previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[155] ἐκδύσασθαι θέμις, μέχρις ἂν παλαιωθὲν τέλεον διαφθαρῇ. οὕτω γὰρ ταῖς τοῦ κρύους καὶ φλογώσεως ἀνάγκαις ταλαιπωρούμενοι τὴν τῶν μελλόντων 1 τῆς ἀφθαρσίας ἐνδυμάτων ποριζόμεθα ἑαυτοῖς ἀμφίασιν. Τοῦ δὲ Ἰωάσαφ εἰπόντος: Πόθεν δέ σου τοῦτο τὸ ἱμάτιον περιβέβλησαι; γέρων ἔφη: Ἐν χρήσει τοῦτο παρά τινος τῶν πιστῶν ἀδελφῶν εἴληφα, τὴν πρός σε μέλλων πορείαν ποιήσασθαι: οὐ γὰρ ἔδει με τῷ συνήθει ἐνδύματι παραγενέσθαι. καθάπερ τις ἔχων προσφιλέστατον συγγενῆ αἰχμάλωτον ἐν ἀλλοδαπεῖ ἀπαχθέντα ἔθνει, καὶ τοῦτον βουλόμενος ἐκεῖθεν ἐξαγαγεῖν, ἀποθέμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τὸ τῶν ὑπεναντίων ὑποδὺς προσωπεῖον τὴν ἐκείνων καταλάβοι χώραν, καὶ πολυτρόπως τὸν οἰκεῖον τῆς πικρᾶς ἐλευθερώσειε τυραννίδος: τὸν αὐτὸν δὴ τρόπον κἀγὼ τὰ κατά σε μυηθείς, τοῦτο περιθέμενος [p. 262] τὸ σχῆμα, ἦλθον τὸν σπόρον τοῦ θείου κηρύγματος τῇ σῇ καταβαλεῖν καρδίᾳ, καὶ τῆς δουλείας λυτρώσασθαι τοῦ δεινοῦ κοσμοκράτορος.

1 2 Esd. ii. 45

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: