previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[154] γνώμης. τίς δέ σου καὶ τῶν σὺν σοὶ ἐν τῇ τοιαύτῃ ἐρήμῳ διατροφή, πόθεν δὲ τὰ ἐνδύματα καὶ ποταπά, γνώρισόν μοι φιλαλήθως. δὲ Βαρλαὰμ φησίν. μὲν διατροφὴ ἐκ τῶν εὑρισκομένων ἐστὶν ἀκροδρύων καὶ βοτανῶν ὧν ἔρημος τρέφει, δρόσῳ ποτιζομένη οὐρανίῳ καὶ τῇ [p. 260] 1 προστάξει τοῦ Δημιουργοῦ εἴκουσα, ἐφ̓ οἷς οὐδείς 2 ἐστιν μαχόμενος ἡμῖν καὶ φιλονεικῶν καὶ τὸ πλέον ζητῶν ἁρπάζειν τῷ τῆς πλεονεξίας ὅρῳ τε καὶ λόγῳ: ἀλλ̓ ἀφθόνως πᾶσι πρόκειται ἀνήροτος τροφὴ καὶ αὐτοσχέδιος τράπεζα. εἰ δέ ποτε καὶ τῶν πλησιαζόντων τις πιστῶν ἀδελφῶν ἄρτου ἐνέγκοι εὐλογίαν, ὡς παρὰ τῆς προνοίας πεμφθέντα δεχόμεθα τοῦτον ἐπ̓ εὐλογίᾳ τῶν πιστῶς προσενεγκόντων. τὰ δὲ ἐνδύματα ἀπὸ ῥακίων εἰσὶ τριχίνων καὶ μηλωταρίων σεβεννίνων, πεπαλαιωμένα πάντα καὶ πολύρραφα, πάνυ κατατρύχοντα τὸ ἀσθενὲς τοῦτο σαρκίον. 3 τὸ αὐτὸ γὰρ ἡμῖν ἐστι περιβόλαιον θέρους τε καὶ χειμῶνος, ὅπερ οὐδόλως, ἐξ ὅτου ἐνδυσόμεθα,

1 Gen. i. 29, 30

2 Cp. Xen. Symp. iii. 9

3 Cp. Joh. Chrys. Ecl. p. 431

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: