previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[151] ἄνθρωπον. τοὺς οὖν τῆς νεκρώσεως χρόνους οὐκ 1 ἄν ποτε ζωῆς ὀνομάσαιμι. ἐξ ὅτου δὲ κόσμος 2 ἐμοὶ ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, καί, ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, οὐκ ἔτι ζῶ τῇ 3 σαρκί, ἀλλὰ ζῇ ἐν ἐμοὶ Χριστός, δὲ ζῶ τῇ πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ, τούτους εἰκότως καὶ ζωῆς χρόνους καὶ ἡμέρας σωτηρίας καλέσαιμι, οὓς περὶ τὰ τεσσαρακονταπέντε συναριθμῶν ἔτη, κατὰ λόγον σοι καὶ οὐκ ἀπὸ σκοποῦ τὴν τούτων ἐξεῖπον ἀρίθμησιν. καὶ σὺ τοίνυν τοῦ τοιούτου ἔχου λογισμοῦ ἑκάστοτε, μηδόλως ζῆν ὑπολαμβάνων τοὺς νενεκρωμένους μὲν πρὸς πᾶσαν ἀγαθοεργίαν, ζῶντας δὲ ταῖς ἁμαρτίαις καὶ τῷ κοσμοκράτορι καθυπουργοῦντας τῶν κάτω συρομένων, ἐν ἡδοναῖς τε καὶ ἐπιθυμίαις πονηραῖς τὸν βίον δαπανῶντας: ἀλλὰ τεθανατωμένους τούτους εὖ ἴσθι τυγχάνειν καὶ νενεκρωμένους τῇ τῆς ζωῆς ἐνεργείᾳ. τὴν γὰρ [p. 256] 4 ἁμαρτίαν θάνατον τῆς ἀθανάτου ψυχῆς σοφός τις ἐκάλεσεν εἰκότως: φησὶ δὲ καὶ Ἀπόστολος: 5 Ὅτε δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε

1 Gal. vi. 14

2 Eph. iv. 22

3 Gal. ii. 20

4 Basil, Hom. de trist.

5 Rom. vi. 10

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: