previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Εἶπε δὲ πρὸς αὐτὸν Ἰωάσαφ: Εἰ πάνυ πολὺν χρόνον ἐσκόπησας, σοφώτατε, πῶς ἂν ἄριστα τὴν λύσιν τῶν προβληθέντων ζητημάτων ἡμῖν σαφηνίσαις, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις, τοιαῦτά μοι λέγων ὁποῖά μοι νῦν ἐξεῖπας, δημιουργὸν μὲν πάντων καὶ συνοχέα τὸν Θεὸν διδάξας, ἀκατάληπτον δὲ λογισμοῖς ἀνθρωπίνοις τὴν δόξαν τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἀναντιρρήτοις ἀποδείξας, καὶ ὅτι οὐκ ἄλλος τις ἰσχύει ταύτης ἐφικέσθαι, ἀλλ̓ οἷς ἂν αὐτός, καθ̓ ὅσον [150] κελεύει, ἀποκαλύψειε. διό σου τὴν λογιωτάτην ὑπερτεθαύμακα σοφίαν. Ἀλλά μοι φράσον, μακαριώτατε, πόσων μὲν χρόνων αὐτὸς ὑπάρχεις, ἐν ποίοις δὲ τόποις τὰς διατριβὰς κέκτησαι, τίνας δὲ τοὺς συμφιλοσοφοῦντάς σοι ἔχεις. κραταιῶς γάρ μου ψυχὴ τῆς σῆς ἐξήρτηται, καὶ οὐδαμῶς σου τὸν πάντα μου χρόνον τῆς ζωῆς χωρισθῆναι θέλω. δὲ γέρων ἔφη: Χρόνων μὲν εἰμί, ὡς εἰκάζω, τεσσαρακονταπέντε: ἐν ἐρήμοις δὲ τῆς γῆς Σεναὰρ διάγων συναγωνιστὰς κέκτημαι τοὺς πρὸς τὸν δρόμον τῆς ἄνω πορείας συμπονοῦντας καὶ συναμιλλωμένους. [p. 254] Πῶς, φησὶν Ἰωάσαφ, ταῦτά μοι λέγεις; ἐπέκεινα γάρ μοι φαίνῃ τῶν ἑβδομήκοντά που ἐνιαυτῶν. τίς οὖν λόγος σοι τῶν τεσσαρακονταπέντε βούλεται χρόνων; οὐ δοκεῖς γάρ μοι ἐν τούτῳ ἀληθεύειν. Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν: Εἰ μὲν τοὺς ἀπὸ γενέσεως χρόνους μου μαθεῖν ζητεῖς, καλῶς τούτους ἀπείκασας ἐπέκεινα τῶν ἑβδομήκοντά που ὑπάρχειν: ἀλλ̓ ἔμοιγε οὐδόλως εἰς μέτρον ζωῆς ἐλογίσθησαν ὅσοι τῇ ματαιότητι τοῦ κόσμου δεδαπάνηντο. ὅτε γὰρ ἔζων τῷ σαρκίῳ δεδουλωμένος ταῖς ἁμαρτίαις, νεκρὸς ἤμην τὸν ἔσω [151] ἄνθρωπον. τοὺς οὖν τῆς νεκρώσεως χρόνους οὐκ 1 ἄν ποτε ζωῆς ὀνομάσαιμι. ἐξ ὅτου δὲ κόσμος 2 ἐμοὶ ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, καί, ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, οὐκ ἔτι ζῶ τῇ 3 σαρκί, ἀλλὰ ζῇ ἐν ἐμοὶ Χριστός, δὲ ζῶ τῇ πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ, τούτους εἰκότως καὶ ζωῆς χρόνους καὶ ἡμέρας σωτηρίας καλέσαιμι, οὓς περὶ τὰ τεσσαρακονταπέντε συναριθμῶν ἔτη, κατὰ λόγον σοι καὶ οὐκ ἀπὸ σκοποῦ τὴν τούτων ἐξεῖπον ἀρίθμησιν. καὶ σὺ τοίνυν τοῦ τοιούτου ἔχου λογισμοῦ ἑκάστοτε, μηδόλως ζῆν ὑπολαμβάνων τοὺς νενεκρωμένους μὲν πρὸς πᾶσαν ἀγαθοεργίαν, ζῶντας δὲ ταῖς ἁμαρτίαις καὶ τῷ κοσμοκράτορι καθυπουργοῦντας τῶν κάτω συρομένων, ἐν ἡδοναῖς τε καὶ ἐπιθυμίαις πονηραῖς τὸν βίον δαπανῶντας: ἀλλὰ τεθανατωμένους τούτους εὖ ἴσθι τυγχάνειν καὶ νενεκρωμένους τῇ τῆς ζωῆς ἐνεργείᾳ. τὴν γὰρ [p. 256] 4 ἁμαρτίαν θάνατον τῆς ἀθανάτου ψυχῆς σοφός τις ἐκάλεσεν εἰκότως: φησὶ δὲ καὶ Ἀπόστολος: 5 Ὅτε δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε [152] τῇ δικαιοσύνῃ: τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ̓ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος. Εἶπε δὲ Ἰωάσαφ πρὸς αὐτόν: Ἐπείπερ ἐν σαρκὶ ζωὴ οὐκ ἐν μέτρῳ ζωῆς σοι λελόγισται, οὐδὲ τὸν θάνατον τοῦτον, ὃν ὑφίστανται πάντες, θάνατόν σοι λογίζεσθαι χρή. δὲ γέρων ἀπεκρίνατο: Ἀναμφιλέκτως καὶ περὶ τούτων οὕτως ἔχω, μηδόλως τὸν πρόσκαιρον τουτονὶ θάνατον τρέμων, μήτε θάνατον αὐτὸν τοπαράπαν ἀποκαλῶν, εἴ γε τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Θεοῦ βαδίζοντά με καταλάβῃ, διαβατήριον δὲ μᾶλλον ἐκ θανάτου πρὸς ζωὴν τὴν 6 κρείττονα καὶ τελειοτέραν καὶ ἐν Χριστῷ κρυπτομένην, ἧσπερ ποθοῦντες τυχεῖν οἱ ἅγιοι πάνυ τῇ παρούσῃ ἐδυσχέραινον. διό φησιν 7 Ἀπόστολος: Οἴδαμεν ὅτι, ἐὰν ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον, αἰώνιον, ἐν τοῖς οὐρανοῖς: καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα: καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει [153] στενάζομεν βαρούμενοι, ἐφ̓ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ̓ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ [p. 258] 8 θνητὸν ὑπὸ τῆς ζωῆς. καὶ πάλιν: Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος 9 τοῦ θανάτου τούτου; καὶ αὖθις: Ἐπιθυμῶ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. δὲ Προφήτης, Πότε ἥξω, φησί, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; ὅτι δὲ καὶ ἐμοὶ τῷ πάντων ἐλαχιστοτέρῳ οὐδόλως τὸν αἰσθητὸν θάνατον δεδοικέναι δοκεῖ, ἔξεστί σοι γνῶναι τῷ παῤ οὐδὲν θέμενόν με τὴν τοῦ σοῦ πατρὸς ἀπειλὴν ἀδεῶς παραγενέσθαι πρὸς σὲ καὶ τὸν σωτήριόν σοι καταγγεῖλαι λόγον, ἀκριβῶς περ εἰδότα ὡς, εἰ ἔλθοι αὐτῷ εἰς γνῶσιν ταῦτα, μυρίοις με, εἰ δυνατόν, καθυποβαλεῖ θανάτοις. ἀλλ̓ ἔγωγε, τὸν τοῦ Θεοῦ λόγον πάντων προκρίνων καὶ αὐτοῦ ποθῶν ἐπιτυχεῖν, οὔτε πτοοῦμαι τὸν πρόσκαιρον θάνατον, οὔτε τῆς τοιαύτης αὐτὸν προσηγορίας ἄξιον ὅλως ἀποκαλῶ, τῇ Δεσποτικῇ πειθόμενος ἐντολῇ, 10 τῇ λεγούσῃ: Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι: φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ταῦτα μὲν οὖν, φησὶν Ἰωάσαφ, τῆς ἀληθινῆς ὑμῶν φιλοσοφίας τὰ κατορθώματα, ὑπεραναβεβηκότα λίαν τὴν τῶν γηΐνων φύσιν τῶν δυσαποσπάστως τῆς παρούσης ἐχόντων ζωῆς: καὶ μακάριοι ὑμεῖς τοιαύτης ἐχόμενοι ἀνδρειοτάτης [154] γνώμης. τίς δέ σου καὶ τῶν σὺν σοὶ ἐν τῇ τοιαύτῃ ἐρήμῳ διατροφή, πόθεν δὲ τὰ ἐνδύματα καὶ ποταπά, γνώρισόν μοι φιλαλήθως. δὲ Βαρλαὰμ φησίν. μὲν διατροφὴ ἐκ τῶν εὑρισκομένων ἐστὶν ἀκροδρύων καὶ βοτανῶν ὧν ἔρημος τρέφει, δρόσῳ ποτιζομένη οὐρανίῳ καὶ τῇ [p. 260] 11 προστάξει τοῦ Δημιουργοῦ εἴκουσα, ἐφ̓ οἷς οὐδείς 12 ἐστιν μαχόμενος ἡμῖν καὶ φιλονεικῶν καὶ τὸ πλέον ζητῶν ἁρπάζειν τῷ τῆς πλεονεξίας ὅρῳ τε καὶ λόγῳ: ἀλλ̓ ἀφθόνως πᾶσι πρόκειται ἀνήροτος τροφὴ καὶ αὐτοσχέδιος τράπεζα. εἰ δέ ποτε καὶ τῶν πλησιαζόντων τις πιστῶν ἀδελφῶν ἄρτου ἐνέγκοι εὐλογίαν, ὡς παρὰ τῆς προνοίας πεμφθέντα δεχόμεθα τοῦτον ἐπ̓ εὐλογίᾳ τῶν πιστῶς προσενεγκόντων. τὰ δὲ ἐνδύματα ἀπὸ ῥακίων εἰσὶ τριχίνων καὶ μηλωταρίων σεβεννίνων, πεπαλαιωμένα πάντα καὶ πολύρραφα, πάνυ κατατρύχοντα τὸ ἀσθενὲς τοῦτο σαρκίον. 13 τὸ αὐτὸ γὰρ ἡμῖν ἐστι περιβόλαιον θέρους τε καὶ χειμῶνος, ὅπερ οὐδόλως, ἐξ ὅτου ἐνδυσόμεθα, [155] ἐκδύσασθαι θέμις, μέχρις ἂν παλαιωθὲν τέλεον διαφθαρῇ. οὕτω γὰρ ταῖς τοῦ κρύους καὶ φλογώσεως ἀνάγκαις ταλαιπωρούμενοι τὴν τῶν μελλόντων 14 τῆς ἀφθαρσίας ἐνδυμάτων ποριζόμεθα ἑαυτοῖς ἀμφίασιν. Τοῦ δὲ Ἰωάσαφ εἰπόντος: Πόθεν δέ σου τοῦτο τὸ ἱμάτιον περιβέβλησαι; γέρων ἔφη: Ἐν χρήσει τοῦτο παρά τινος τῶν πιστῶν ἀδελφῶν εἴληφα, τὴν πρός σε μέλλων πορείαν ποιήσασθαι: οὐ γὰρ ἔδει με τῷ συνήθει ἐνδύματι παραγενέσθαι. καθάπερ τις ἔχων προσφιλέστατον συγγενῆ αἰχμάλωτον ἐν ἀλλοδαπεῖ ἀπαχθέντα ἔθνει, καὶ τοῦτον βουλόμενος ἐκεῖθεν ἐξαγαγεῖν, ἀποθέμενος αὐτοῦ τὴν ἐσθῆτα καὶ τὸ τῶν ὑπεναντίων ὑποδὺς προσωπεῖον τὴν ἐκείνων καταλάβοι χώραν, καὶ πολυτρόπως τὸν οἰκεῖον τῆς πικρᾶς ἐλευθερώσειε τυραννίδος: τὸν αὐτὸν δὴ τρόπον κἀγὼ τὰ κατά σε μυηθείς, τοῦτο περιθέμενος [p. 262] τὸ σχῆμα, ἦλθον τὸν σπόρον τοῦ θείου κηρύγματος τῇ σῇ καταβαλεῖν καρδίᾳ, καὶ τῆς δουλείας λυτρώσασθαι τοῦ δεινοῦ κοσμοκράτορος. [156] καὶ νῦν ἰδοὺ τῇ τοῦ Θεοῦ δυνάμει, ὅσον τὸ ἐπ̓ ἐμοί, τὴν διακονίαν μου πεποίηκα, τὴν αὐτοῦ καταγγείλας σοι γνῶσιν καὶ τὸ τῶν προφητῶν καὶ ἀποστόλων γνωρίσας κήρυγμα, διδάξας τε ἀπλανῶς καὶ φιλαλήθως τὴν τῶν παρόντων ματαιότητα καὶ οἵων κακῶν κόσμος γέμει, χαλεπῶς ἀπατῶν τοὺς αὐτῷ πειθομένους καὶ πολυτρόπως αὐτοὺς παγιδεύων. λοιπὸν πορευθῆναί με δεῖ ὅθεν ἐλήλυθα. καὶ τηνικαῦτα, τὸ ἀλλότριον ἀποθέμενος σχῆμα, τὸ ἴδιον ἔσομαι ἐνδεδυμένος. Δυσωπεῖ τοίνυν τὸν γέροντα Ἰωάσαφ ὀφθῆναι αὐτῷ τῷ συνήθει αὐτοῦ ἐνδύματι. τότε Βαρλαὰμ ἀπεκδυσάμενος ἦν περιβεβλημένος ἱμάτιον, θέαμα ὤφθη φοβερὸν τῷ Ἰωάσαφ. ἦν γὰρ πᾶσα μὲν τῆς σαρκὸς ποιότης δεδαπανημένη, μεμελανωμένον δὲ τὸ δέρμα ἐκ τῆς ἡλιακῆς φλογώσεως καὶ περιτεταμένον τοῖς ὀστέοις, ὡς εἴ τις δοράν τινα περιτείνει ἐν λεπτοῖς καλάμοις: τρίχινον δέ τι ῥάκος ἐρρικνωμένον καὶ λίαν τρ ιχὺ περιεζώννυτο ἐξ ὀσφύος μέχρι γονάτων: ὅμοιον δὲ τούτου παλλίον περιεβέβλητο κατὰ τῶν ὤμων. Ὑπερθαυμάσας δὲ Ἰωάσαφ τῆς σκληρᾶς ταύτης διαγωγῆς τὸ ἐπίπονον, καὶ τὸ τῆς καρτερίας ὑπερβάλλον ἐκπλαγείς, σφοδρῶς ἐδάκρυε, καί φησι πρὸς τὸν γέροντα: Ἐπεί με [p. 264] τῆς πικρᾶς τοῦ διαβόλου δουλείας ἐλευθερῶσαι 15 ἥκεις, τέλος σου τῇ εὐεργεσίᾳ ἐπιθεὶς Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, καί, παραλαβών [157] με μετὰ σοῦ, ἄγωμεν ἐντεῦθεν, ἵνα τέλεον λελυτρωμένος τῆς τοῦ κόσμου ἀπάτης τὴν σφραγῖδα τηνικαῦτα δέξωμαι τοῦ σωτηρίου βαπτίσματος, καὶ κοινωνός σοι τῆς θαυμαστῆς ταύτης φιλοσοφίας καὶ ὑπερφυοῦς ἀσκήσεως γένωμαι. Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν: Νεβρὸν δορκάδος ἔτρεφέ τις τῶν πλουσίων. αὐξηθεῖσα δὲ αὕτη τὰς ἐρήμους ἐπόθει, τῇ φυσικῇ ἑλκομένη ἕξει. ἐξελθοῦσα τοίνυν ἐν μιᾷ, εὑρίσκει ἀγέλην δορκάδων βοσκομένων καὶ ἐχομένη τούτων περιῆγεν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ, ὑποστρέφουσα μὲν τὸ πρὸς ἑσπέραν, ἅμα δὲ πρωΐ, τῇ τῶν ὑπουργούντων ἀμελείᾳ, ἐξερχομένη καὶ τοῖς ἀγρίοις συναγελάζουσα. ἐκείνων δὲ πορρωτέρω μεταθεμένων νέμεσθαι, συνηκολούθησε καὶ αὐτή. οἱ δὲ τοῦ πλουσίου ὑπηρέται, τοῦτο αἰσθόμενοι, ἐφ̓ ἵππων ἀναβάντες, κατεδίωξαν ὀπίσω αὐτῶν, καὶ τὴν μὲν ἰδίαν δορκάδα ζωγρήσαντες, καὶ ἐπαναστρέψαντες οἴκαδε, ἀπρόϊτον τοῦ λοιποῦ ἔθεντο: τῆς δὲ λοιπῆς ἀγέλης τὰς μὲν ἀπέκτειναν, τὰς δὲ κακῶς διέθεντο. τὸν αὐτὸν δὴ τρόπον δέδοικα γενέσθαι καὶ ἐφ̓ ἡμᾶς, εἰ συνακολουθήσεις μοι: μήποτε καὶ τῆς σῆς ἀποστερηθῶ συνοικήσεως, καὶ κακῶν πολλῶν τοῖς ἑταίροις μου γένωμαι πρόξενος κρίματός τε αἰωνίου τῷ σῷ γεννήτορι. ἀλλὰ τοῦτό σε βούλεται Κύριος, νῦν μὲν σημειωθῆναι τῇ σφραγῖδι τοῦ θείου βαπτίσματος, καὶ μένειν ἐπὶ χώρας, πάσης ἀντεχόμενον εὐσεβείας καὶ τῆς τῶν ἐντολῶν [p. 266] τοῦ Χριστοῦ ἐργασίας. ἐπὰν δὲ δῴη καιρὸν [158] πάντων δοτὴρ τῶν καλῶν, τηνικαῦτα καὶ ἐλεύσῃ πρὸς ἡμᾶς, καὶ τὸ ὑπόλοιπον τῆς παρούσης ζωῆς ἀλλήλοις συνοικήσαιμεν. πέποιθα δὲ τῷ Κυρίῳ καὶ ἐν τῇ μελλούσῃ διαγωγῇ ἀδιαστάτους ἡμᾶς εἶναι. Αὖθις δὲ Ἰωάσαφ δακρύων φησὶ πρὸς αὐτόν: Εἰ τῷ Κυρίῳ ταῦτα δοκεῖ, τὸ θέλημα αὐτοῦ γενέσθω. τελειώσας οὖν με λοιπὸν τῷ θείῳ βαπτίσματι, καὶ λαβὼν παῤ ἐμοῦ χρήματα καὶ ἱμάτια εἰς διατροφὴν καὶ ἀμφίασιν σοῦ τε καὶ τῶν ἑταίρων σου, ἄπελθε εἰς τὸν τόπον τῆς ἀσκήσεώς σου, τῇ τοῦ Θεοῦ εἰρήνῃ φρουρούμενος. κἀμοῦ μὴ διαλίπῃς ὑπερευχόμενος, ἵνα μὴ ἐκπέσοιμι τῆς ἐλπίδος μου, ἀλλὰ θᾶττον ἰσχύσω καταλαβεῖν σε καὶ ἐν ἡσυχίᾳ βαθ̣̣̔̓ᾳ τῆς παρὰ σοῦ ἀπολαύειν ὠφελείας. δὲ Βαρλαὰμ ἔφη: Τὴν μὲν τοῦ Χριστοῦ σε λαβεῖν σφραγῖδα τὸ κωλῦον οὐδέν. εὐτρέπισον λοιπὸν σεαυτόν: καί, τοῦ Κυρίου συνεργοῦντος, τελειωθήσῃ. περὶ ὦν δὲ εἶπας χρημάτων τοῖς ἑταίροις μου παρασχεῖν, πῶς ἔσται τοῦτο, σὲ τὸν πένητα τοῖς πλουσίοις ἐλεημοσύνην διδόναι; οἱ πλούσιοι γὰρ ἀεὶ τοὺς πένητας εὐεργετοῦσιν, οὐ μὴν δὲ οἱ ἄποροι τοὺς εὐπόρους. γὰρ ἔσχατος πάντων τῶν ἑταίρων μου πλουσιώτερός σου ἀσυγκρίτως καθέστηκεν. ἀλλὰ πέποιθα εἰς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καί σε ὅσον οὕπω ὑπερπλουτῆσαι: καὶ οὐκ εὐμετάδοτος τηνικαῦτα ἔσῃ. Εἶπε δὲ Ἰωάσαφ πρὸς αὐτόν: Σαφήνισόν μοι τὸν λόγον, πῶς πάντων ἔσχατος τῶν σῶν [p. 268] ἑταίρων ὑπέρκειταί μου τῷ πλούτῳ, οὕσπερ πολλῇ συζῆν ἀκτημοσύνῃ καὶ ἐσχάτῃ ταλαιπωρεῖσθαι [159] πτωχείᾳ πρὸ μικροῦ ἔλεγες, πῶς δὲ νῦν μὲν πένητά με ἀποκαλεῖς, ὅταν δὲ ὑπερπλουτήσω οὐκ εὐμετάδοτον γενέσθαι λέγεις τὸν εὐμετάδοτον νῦν καθεστηκότα; δὲ Βαρλαὰμ ἀπεκρίνατο: Οὐ πτωχείᾳ τούτους ἔφην ταλαιπωρεῖσθαι, ἀλλὰ πλούτῳ κομᾶν ἀκενώτῳ. τὸ γὰρ ἀεὶ τοῖς χρήμασι προστιθέναι χρήματα, καὶ μὴ τῆς ὁρμῆς χαλινοῦσθαι, ἀλλὰ καὶ πλειοτέρων ἀκορέστως ὀρέγεσθαι, τοῦτο πενίας ἐσχάτης ἐστί. τοὺς δὲ τῶν παρόντων μὲν ὑπεριδόντας πόθῳ τῶν αἰωνίων, 16 καὶ σκύβαλα ταῦτα ἡγησαμένους, ἵνα Χριστὸν μόνον κερδήσωσι, πᾶσαν δὲ βρωμάτων καὶ ἐνδυμάτων ἀποθεμένους μέριμναν καὶ τῷ Κυρίῳ ταύτην ἐπιρρίψαντας, εὐφραινομένους δὲ τῇ ἀκτησίᾳ, ὡς οὐκ ἄν τις τῶν φιλοκόσμων εὐφρανθείη πλούτῳ καὶ χρήμασι βρίθων, καὶ τὸν πλοῦτον τῆς ἀρετῆς ἀφθόνως ἑαυτοῖς συναγηοχότας, ταῖς ἐλπίσι τε τῶν ἀτελευτήτων τρεφομένους ἀγαθῶν, εἰκότως πλουσιωτέρους σου καὶ πάσης τῆς ἐπιγείου βασιλείας καλέσαιμι. τοῦ δὲ Θεοῦ συνεργοῦντός σοι, ἐπιλήψῃ καὶ αὐτὸς τῆς τοιαύτης πνευματικῆς περιουσίας, ἥνπερ ἐν ἀσφαλείᾳ τηρῶν καὶ τοῦ πλείονος ἀεὶ δικαίως ἐφιέμενος, οὐκ ἂν θελήσειάς τι ταύτης κατακενοῦν ὅλως. αὕτη γάρ ἐστιν ἀληθὴς περιουσία: δὲ τοῦ αἰσθητοῦ πλούτου ὄγκος βλάψειε μᾶλλον τοὺς αὐτοῦ φίλους ὠφελήσειεν. εἰκότως οὖν πενίαν ἐσχάτην τοῦτον ἀπεκάλεσα, ὅνπερ οἱ ἐρασταὶ τῶν οὐρανίων ἀγαθῶν πάντη ἀπαρνησάμενοι [p. 270] ἔφυγον ἀπ̓ αὐτοῦ, ὡς φεύγει τις ἀπὸ ὄφεως. [160] εἰ δέ, ὃν ἀπέκτειναν ἐχθρὸν καὶ τοῖς ποσὶ συνεπάτησαν οἱ συνασκηταί μου καὶ συστρατιῶται, τοῦτον αὖθις ζῶντα παρὰ σοῦ λαβὼν αὐτοῖς ἀπενέγκω, καὶ πρόξενος πολέμων καὶ παθῶν γένωμαι, ἔσομαι αὐτοῖς πάντως ἄγγελος πονηρός: ὅπερ μὴ γένοιτό μοι ποιῆσαι. Τὰ αὐτὰ δέ μοι νόει καὶ περὶ ἐνδυμάτων. τοῖς γὰρ ἀπεκδυσαμένοις τὴν τῆς παλαιότητος καταφθορὰν καὶ τὸ τῆς παρακοῆς ἔνδυμα, ὅσον τὸ ἐπ̓ 17 αὐτοῖς, ἀποθεμένοις, τὸν Χριστὸν δὲ ὡς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἐνδεδυμένοις, πῶς αὐτοὺς πάλιν τοὺς δερματίνους ἀμφιάσαιμι χιτῶνας καὶ τὸ τῆς αἰσχύνης περιθήσομαι περιβόλαιον; ἀλλὰ τοὺς μὲν ἐμοὺς ἑταίρους μηδενὸς τῶν τοιούτων ἐπιδεομένους γινώσκων, τῇ τῆς ἐρήμου δὲ ἀρκουμένους ἀσκήσει καὶ τρυφὴν ταύτην λογιζομένους ἀληθεστάτην, τὰ χρήματα καὶ ἱμάτια, ἅπερ τούτοις ἔλεγες παρασχεῖν, τοῖς πένησι διανείμας, θησαυρὸν ἑαυτῷ εἰς τὸ μέλλον ἄσυλον θησαύρισον, τὸν Θεὸν ἑαυτῷ ταῖς ἐκείνων εὐχαῖς ἐπίκουρον θέμενος: οὕτω γὰρ μᾶλλον συνεργῷ τῷ πλούτῳ πρὸς τὰ καλὰ χρήσαιο. εἶτα καὶ τὴν 18 πανοπλίαν τοῦ πνεύματος περιβαλλόμενος, καὶ τὴν μὲν ὀσφὺν ἐν ἀληθείᾳ περιζωσάμενος, ἐνδυσάμενος δὲ καὶ τὸν τῆς δικαιοσύνης θώρακα, περιθέμενός τε καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης ὑποδησάμενος, μετὰ χεῖράς τε τὸν τῆς πίστεως ἀναλαβὼν θυρεόν, καὶ τὴν τοῦ πνεύματος μάχαιραν, ἐστι ῥῆμα Θεοῦ, καὶ πάντοθεν ἄριστα [161] καθοπλισθεὶς καὶ περιφραξάμενος, οὕτω πεποιθὼς [p. 272] πρὸς τὸν κατὰ τῆς ἀσεβείας ἔξελθε πόλεμον, ὡς ἄν, ταύτην τροπωσάμενος καὶ τὸν αὐτῆς ἀρχηγὸν διάβολον εἰς γῆν καταρράξας, τοῖς τῆς νίκης στεφάνοις κοσμηθήσῃ ἐκ τῆς ζωαρχικῆς δεξιᾶς τοῦ Δεσπότου.

1 Gal. vi. 14

2 Eph. iv. 22

3 Gal. ii. 20

4 Basil, Hom. de trist.

5 Rom. vi. 10

6 Col. iii. 3

7 2 Cor. v. 1-4

8 Rom. vii. 24

9 Phil. i. 23 i's. xlii. 2

10 Mat. x. 26

11 Gen. i. 29, 30

12 Cp. Xen. Symp. iii. 9

13 Cp. Joh. Chrys. Ecl. p. 431

14 2 Esd. ii. 45

15 Ps. cxli. 9

16 Phil. iii. 9

17 Gal. iii. 27

18 Eph. vi. 13-17

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: