previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[148] ὑπὸ προφητῶν καὶ ἀποστόλων: ἀλλ̓ οὐδεὶς κατ̓ ἀξίαν νοῆσαι εὐφημῆσαι τὴν δόξαν αὐτοῦ δυνήσεται. πάντα γὰρ τά τε νοητὰ καὶ ὅσα ὑπὸ τὴν [p. 250] αἴσθησιν θεῖος Ἀπόστολος, τὸν Χριστὸν ἔχων 1 ἐν ἑαυτῷ λαλοῦντα, κατανοήσας εἶπεν: Ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν: ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. διὸ καί, ἐκπληττόμενος τὸν ὑπεράπειρον πλοῦτον τῆς σοφίας αὐτοῦ καὶ 2 γνώσεως, διαρρήδην ἔφησεν: βάθους πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ: ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 3 Εἰ δὲ ἐκεῖνος, μέχρι τρίτου φθάσας οὐρανοῦ καὶ ἀρρήτων ἀκούσας ῥημάτων, τοιαύτας ἀφῆκε φωνάς, τίς τῶν κατ̓ ἐμὲ ὅλως ἀντοφθαλμῆσαι ταῖς ἀβύσσοις τῶν τοσούτων ἰσχύσειε μυστηρίων, καὶ εἰπεῖν τι κατὰ γνώμην, ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων δυνήσεται, εἰ μή τι αὐτὸς τῆς σοφίας χορηγός, τῶν ἀσόφων διορθωτὴς παράσχοι. ἐν γὰρ τῇ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν, πᾶσά τε φρόνησις καὶ σύνεσις παῤ αὐτῷ καὶ συνέσεως ἐπιστήμη: καὶ αὐτὸς ἡμῖν δέδωκε τὴν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν διαλλαγὰς 4 καὶ μεταβολὰς καιρῶν, καὶ ὅτι πάντα μέτρῳ καὶ σταθμῷ διέταξε. τὸ γὰρ μεγάλως

1 1 Cor. xiii. 9, 10

2 Rom. xi. 33

3 2 Cor. xii. 2, 4

4 Cp. Wisd. xi. 21 ff.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: