previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[147] συνέχεσθαί τε, καὶ συντηρεῖσθαι, καὶ ἀεὶ προνοεῖσθαι. πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλαις συνεληλύθεισαν καὶ ἀδιάλυτοι μεμενήκεισαν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα συνεβίβασε καὶ ἀεὶ συνετήρει 1 ἀδιάλυτα; Πῶς γὰρ ἔμεινεν ἄν τι, εἰ μὴ αὐτὸς ἠθέλησεν; τὸ μὴ κληθὲν ὑπ̓ αὐτοῦ πῶς ἂν διετηρήθη; φησὶν Γραφή. Εἰ γὰρ πλοῖον ἀκυβέρνητον οὐ συνίσταται, ἀλλ̓ εὐκόλως καταποντίζεται, καὶ οἰκία μικρὰ οὐκ ἂν στῇ χωρὶς τοῦ προνοοῦντος, πῶς ἂν κόσμος ἐπὶ τοσούτων χρόνων συνέστη, δημιούργημα οὕτω μὲν μέγα, οὕτω δὲ καλὸν καὶ θαυμαστόν, ἄνευ ἐνδόξου τινὸς καὶ μεγάλης καὶ θαυμαστῆς διακυβερνήσεως καὶ πανσόφου προνοίας; ἰδοὺ γὰρ οὐρανὸς πόσον ἔχει χρόνον, καὶ οὐκ ἠμαυρώθη: τῆς γῆς δύναμις οὐκ ἠτόνησε, τοσοῦτον τίκτουσα χρόνον: αἱ πηγαὶ οὐκ ἐπέλιπον ἀναβλύζειν ἐξ οὗ γεγόνασιν: ή θάλασσα, τοσούτους δεχομένη ποταμούς, οὐχ ὑπερέβη τὸ μέτρον: οἱ δρόμοι τοῦ ἡλίου καὶ τῆς σελήνης οὐκ ἠλλοίωνται: αἱ τάξεις τῆς ἡμέρας καὶ τῆς νυκτὸς οὐ μετετράπησαν. ἐκ τούτων πάντων ἄφατος τοῦ Θεοῦ δύναμις καὶ μεγαλοπρέπεια ἡμῖν ἐμφανίζεται, μαρτυρουμένη

1 Wisd. xi. 25

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: