previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[145] καθ̓ ὅσον βούλεται, ὥσπερ τοῖς προφήταις αὐτοῦ καὶ ἀποστόλοις ἀπεκάλυψεν; ἡμεῖς δὲ ἐκ τοῦ κηρύγματος αὐτῶν καὶ ἐξ αὐτῆς τῆς τῶν πραγμάτων φύσεως, κατὰ τὸ ἐγχωροῦν 1 ἡμῖν μανθάνομεν. λέγει γὰρ Γραφή: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν 2 αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα: καί, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Καθάπερ γάρ τις, οἰκίαν ἰδὼν λαμπρῶς καὶ ἐντέχνως κατεσκευασμένην σκεῦος εὐφυῶς συνηρμοσμένον, τὸν οἰκοδόμον τέκτονα εὐθὺς ἂν ἐννοήσας θαυμάσειεν, οὕτω κἀγώ, ἐκ μὴ ὄντων διαπλασθεὶς καὶ εἰς τὸ ὂν παραχθείς, εἰ καὶ τὸν [p. 246] πλάστην καὶ παροχέα θεάσασθαι οὐ δεδύνημαι, ἀλλ̓ ἐκ τῆς εὐαρμόστου καὶ θαυμασιωτάτης μου κατασκευῆς εἰς γνῶσιν ἦλθον τῆς αὐτοῦ σοφίας, οὐ καθ̓ τί ἐστιν, ἀλλὰ καθὰ δεδύνημαι νοεῖν, ὅτι οὐκ αὐτομάτως παρήχθην, οὐδὲ ἀφ̓ ἑαυτοῦ γεγένημαι, ἀλλ̓ αὐτὸς ἔπλασέ με καθὼς ἠβουλήθη, πάντων μὲν προκατάρχειν τάξας τῶν κτισμάτων, τινῶν δὲ καὶ ἐλαττώσας, καὶ συντριβέντα πάλιν κρείττονι ἀνακαινίσει ἀναπλάσας, εἶτα καὶ ὑπεξάγων τῶν ἐντεῦθεν τῷ θείῳ αὐτοῦ προστάγματι καὶ πρὸς ἑτέραν μετατιθεὶς βιοτὴν ἀτελεύτητον καὶ αἰώνιον, ἐν οὐδενὶ τούτων δυναμένου μου ἀνθίστασθαι τῇ ἰσχύϊ τῆς αὐτοῦ προνοίας, 3 μήτε τι προστιθέναι ἐμαυτῷ μήτε ὑφαιρεῖν,

1 Ps. xix. 1

2 Rom. i. 20

3 Mat. vi. 27

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: