previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[144] εἰδέναι σε τίς ἐστιν ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς 1 πιστεύοντας, ἵνα μηκέτι ξένος ἔσῃ καὶ πάροικος, ἀλλὰ συμπολίτης τῶν ἁγίων καὶ οἰκεῖος Θεοῦ, ἐπῳκοδομημένος ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ. [p. 244] δὲ Ἰωάσαφ, σφόδρα κατανυγεὶς τὴν καρδίαν, ἔφη: Ταῦτα δὴ πάντα κἀγὼ ποθῶν γνῶναι δέομαί σου: γνώρισόν μοι τόν τε πλοῦτον τῆς δόξης τοῦ Θεοῦ καὶ τὸ ὑπερβάλλον τῆς αὐτοῦ δυνάμεως. Εἶπε δὲ πρὸς αὐτὸν Βαρλαάμ: Τῷ Θεῷ εὔχομαι διδάξαι σε ταῦτα, καὶ τὴν γνῶσιν τῶν τοιούτων ἐνθεῖναί σου τῇ ψυχῇ: ἐπεὶ παρὰ ἀνθρώποις τὴν αὐτοῦ λεχθῆναι δόξαν καὶ δύναμιν τὸ παράπαν ἀδύνατον, κἂν πᾶσαι αἱ τῶν νυνὶ καὶ τῶν πώποτε γενομένων ἀνθρώπων γλῶσσαι ἓν 2 γένωνται. Θεὸν γάρ, φησὶν εὐαγγελιστὴς καὶ θεολόγος, οὐδεὶς ἑώρακε πώποτε: μονογενὴς Υἱός, ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο. τοῦ δὲ ἀοράτου καὶ ὑπεραπείρου τὴν δόξαν καὶ τὴν μεγαλωσύνην τίς ἰσχύσει γηγενῶν καταλαβέσθαι, εἰ μὴ ἂν αὐτὸς ἀποκαλύψῃ

1 Eph. ii. 19-22

2 John i. 18

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: