previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[136] τῷ πρωτοσυμβούλῳ αὐτοῦ: τοῦ θαύματος, φίλε, ὅτι ἐμοί τε καὶ σοὶ οὐδὲ οὕτως καθ̓ ἡμᾶς ποτε ἤρεσε βίος, τοσαύτῃ δόξῃ καὶ τρυφῇ περ διαλάμπων, ὡς εὐτελῆς αὕτη καὶ ταλαίπωρος ζωὴ τούτους δὴ τοὺς ἀνοήτους τέρπει, καὶ ἡδύνει λεῖος αὐτοῖς καὶ προσηνὴς τραχὺς οὗτος καὶ ἀπευκταῖος βίος καταφαινόμενος. εὐκαίρου δὲ δραξάμενος πρωτοσύμβουλος ὥρας, ἔφη: Ἀλλὰ σοί γε, βασιλεῦ, πῶς τούτων φαίνεται βιοτή; Πάντων, φησὶν βασιλεύς, ὧν πώποτε ἑώρακα ἀηδεστάτη καὶ δυστυχεστάτη, βδελυκτή τε καὶ ἀποτρόπαιος. τότε λέγει πρὸς αὐτὸν πρωτοσύμβουλος, Οὕτω, οὖν, εὖ ἴσθι, βασιλεῦ, καὶ πολλῷ χαλεπώτερος καθ̓ ἡμᾶς λελόγισται βίος τοῖς ἐπόπταις καὶ μύσταις τῆς ἀϊδίου δόξης ἐκείνης καὶ τῶν πάντα νοῦν ὑπερβαινόντων ἀγαθῶν: αἵ τε χρυσῷ καταστίλβουσαι οἰκίαι καὶ τὰ λαμπρὰ ταῦτα ἐνδύματα, καὶ λοιπὴ τοῦ βίου τούτου τρυφή, σκυβάλων τε καὶ ἀμαυρῶν εἰσιν ἀηδέστερα τοῖς ὀφθαλμοῖς τῶν εἰδότων τὰ 1 ἀνεκδιήγητα κάλλη τῶν ἐν οὐρανοῖς ἀχειροτεύκτων [p. 232] σκηνωματῶν, τῆς θεοϋφάντου τε στολῆς καὶ 2 τῶν ἀφθάρτων διαδημάτων, ἡτοίμασεν Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, πάντων Δημιουργὸς καὶ Κύριος. ὃν τρόπον γὰρ ἀνοηταίνειν ἡμῖν οὗτοι

1 Heb. ix. 11

2 Cp. Jas. i. 12

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: