previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[134] δυστυχεστάτῃ χώρᾳ ταύτῃ οὐδένα γινώσκω. γὰρ τοῦ σοῦ πατρὸς τυραννὶς μυρίοις τούτους θανάτοις περιέβαλε, καὶ ἔργον ἔθετο μὴ τὸ σύνολον ἀκούεσθαι ἐν ὑμῖν τὸ τῆς θεογνωσίας κήρυγμα. ἐν πάσαις δὲ ταῖς λοιπαῖς γλώσσαις ᾄδεται ταῦτα καὶ δοξάζεται, οἷς μὲν ὀρθοτάτῳ λόγῳ, ἄλλοις δὲ διεστραμμένως, τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν ἐκκλίνειν αὐτοὺς τῆς εὐθείας ποιησαμένου καὶ ἀλλοτρίαις καταμερισαμένου 1 δόξαις, καὶ ῥήσεις τινὰς τῶν Γραφῶν ἄλλως καὶ οὐ κατὰ τὸν ἐγκείμενον νοῦν μεθερμηνεύειν διδάξαντος. μία δέ ἐστιν ἀλήθεια, κηρυχθεῖσα διὰ τῶν ἐνδόξων ἀποστόλων καὶ τῶν θεοφόρων πατέρων, καὶ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ τῇ ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης ἡλίου φαιδρότερον διαλάμπουσα, ἧσπερ ἐγὼ κήρυξ καὶ διδάσκαλος ἀπεστάλην σοι. [p. 228] Εἶπε δὲ Ἰωάσαφ πρὸς αὐτόν: Οὐδὲν οὖν τούτων ἐμὸς μεμάθηκε πατήρ; Καί φησιν γέρων: Τρανῶς μὲν καὶ προσηκόντως οὐδὲν μεμάθηκε: βύων γὰρ τὰς αἰσθήσεις, τὸ ἀγαθὸν ἑκὼν οὐ προσδέχεται, πρὸς τὸ κακὸν αὐτοπροαιρέτως τὴν ῥοπὴν κεκτημένος. Ἀλλ̓ ἤθελον, φησὶν Ιωάσαφ, κἀκεῖνον ταῦτα 2 μυηθῆναι. δὲ γέρων: Τὰ παρὰ ἀνθρώποις, 3 εἶπεν, ἀδύνατα, παρὰ τῷ Θεῷ πάντα δυνατά ἐστι. 4 τί γὰρ οἶδας εἰ σὺ σώσεις τὸν πατέρα σου, καὶ τρόπῳ θαυμασίῳ γεννήτωρ τοῦ σοῦ χρηματίσεις γεννήτορος; Ἀκήκοα γὰρ βασιλέα τινὰ γεγονέναι

1 Cp. 2 Pet. iii. 16

2 Mat. xix. 26

3 Mk. x. 27

4 Cp. 1 Cor. vii. 16

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: