previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[133] αὐτεξουσίως προαιρουμένων, καθ̓ ὅσον ἄν τις προαιρῆται, κατὰ τοσοῦτον καὶ μετέχει τοῦ θείου φωτὸς καὶ προκόπτει ἐν τοῖς τῆς φιλοσοφίας ἐπιτηδεύμασι: διαφοραὶ γὰρ προαιρέσεως εἰσί. καὶ καθάπερ τινὲς πηγαὶ ὑδάτων ἐκ τῶν τῆς γῆς λαγόνων ἀναπεμπόμεναι, αἱ μὲν ἐπιπολαίως τῆς γῆς ἐκβλύζουσιν, αἱ δὲ μικρόν τι βαθύτερον, αἱ δὲ λίαν βαθέως. τούτων δὲ τῶν ὑδάτων τὰ μὲν προσεχῶς ἐκβλύζοντα καὶ τῇ γεύσει γλυκέα, τὰ δὲ βαθέως ἐξερχόμενα καὶ ἁλμυρίζοντα θεαφίζοντα, καὶ τὰ μὲν ἀφθόνως ἐκδιδόμενα, τὰ δὲ κατὰ μικρὸν [p. 226] στάζοντα: οὕτως καὶ ἐπὶ τῶν προαιρέσεων νόει, τὰς μὲν ταχείας εἶναι καὶ λίαν θερμοτάτας, τὰς δὲ νωθρὰς καὶ ψυχράς, καὶ τὰς μὲν ὅλως ἐπὶ τὰ καλὰ τὴν ῥοπὴν κεκτημένας, τὰς δὲ πρὸς τὸ ἐναντίον πάσῃ δυνάμει ἀποκλινούσας. κατὰ γοῦν τὰς αὐτῶν διαθέσεις καὶ αἱ πρὸς τὰς πράξεις ἀκολουθοῦσιν ὁρμαί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: