previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[130] περιωπῆς: Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; μέγα τι τὸν ἐνταῦθα βίον καὶ τὴν τρυφὴν καὶ τὸ μικρὸν δοξάριον καὶ τὴν ταπεινὴν δυναστείαν καὶ τὴν ψευδομένην εὐημερίαν ὑπολαμβάνοντες, μὴ τῶν ἐχόντων μᾶλλον ἐστὶν τῶν ἐλπισάντων, [p. 220] οὐδὲ τούτων μᾶλλον τῶν οὐδὲ προσδοκησάντων, ὥσπερ χοῦς ὑπὸ λαίλαπος ἄλλοτε εἰς ἄλλους ῥιπιζόμενα καὶ μεταρριπτούμενα, ὥσπερ καπνὸς διαρρέοντα, καὶ ώς ὄναρ παίζοντα, καὶ ὡς σκιὰ μὴ κρατούμενα, οὔτε ἀπόντα δυσέλπιστα τοῖς οὐ κεκτημένοις, οὔτε παρόντα πιστὰ τοῖς ἔχουσιν. Οὕτως οὖν τοῦ Σωτῆρος ἐντελλομένου, τῶν Προφητῶν τε καὶ Ἀποστόλων κηρυττόντων, καὶ τῶν ἁγίων πάντων ἔργῳ τε καὶ λόγῳ εἰς τὴν τῆς ἀρετῆς συνωθούντων ἡμᾶς ἀπλανεστάτην ὁδόν, κἂν ὀλίγοι οἱ ταύτην ὁδεύοντες, πλείους δὲ οἱ τὴν εὐρύχωρον καὶ πρὸς ἀπώλειαν ἄγουσαν προκρίνοντες, οὐκ ἐκ τούτου πολιτεία τῆς ἐνθέου ταύτης κατασμικρυνθήσεται φιλοσοφίας, ἀλλά, καθάπερ ἥλιος, εἰς φαῦσιν πᾶσιν ἀνατέλλων, ἀφθόνως αὑτοῦ τὰς ἀκτῖνας προπέμπει πάντας φωτίζεσθαι προτρεπόμενος, οὕτω καὶ ἀληθὴς φιλοσοφία τοὺς αὐτῆς ἐραστὰς ἡλίου δίκην φωταγωγεῖ καὶ περιθάλπει καὶ λαμπροὺς ἀποδείκνυσιν. εἰ δέ τινες, μύσαντες τοὺς ὀφθαλμούς, κατιδεῖν αὐτοῦ τὸ φέγγος οὐ θελήσουσιν, οὔτε μεμπτέος παρὰ τοῦτο ἥλιος οὔτε τοῖς λοιποῖς παροπτέος, οὔτε μὴν δόξα τῆς αὐτοῦ λαμπρότητος διὰ τῆς ἐκείνων ἀτιμασθήσεται ἀβελτηρίας: ἀλλ̓ ἐκεῖνοι μὲν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: