previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[128] εἰσενεχθέντα διδάσκω σε ῾μὴ γένοιτὀ, ἀλλ̓ ἔκπαλαι 1 δοθέντα ἡμῖν. εἶπεν γὰρ Κύριος πλουσίῳ 2 τινὶ ἐπερωτήσαντι αὐτόν, Τί ποιήσας ζωὴν 3 αἰώνιον κληρονομήσω; καὶ καυχωμένῳ πάντα φυλάξαι τὰ γεγραμμένα ἐν τῷ νόμῳ, Ἕν σοι, φησίν, ὑστερεῖ: ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς: καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν. δὲ ταῦτα ἀκούσας περίλυπος ἐγένετο: ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν Ἰησοῦς περίλυπον 4 γενόμενον, εἶπε: Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ταύτης οὖν τῆς ἐντολῆς πάντες ἀκούσαντες οἱ ἅγιοι ἀποχωρισθῆναι πάντη τῆς τοιαύτης τοῦ πλούτου δυσκολίας ἐφρόντισαν: καὶ πάντα σκορπίσαντες, καὶ διὰ τῆς τῶν πενήτων διαδόσεως πλοῦτον ἑαυτοῖς αἰώνιον προαποθέμενοι, ἦραν τὸν σταυρὸν καὶ τῷ Χριστῷ ἠκολούθησαν, οἱ μὲν μαρτυρικῶς, καθὰ δὴ καὶ εἶπόν σοι, τελειωθέντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ μηδὲν ἐκείνων ἀπολιπόντες τῇ ἀγωγῇ τῆς ἀληθινῆς ταύτης φιλοσοφίας. ἐντολὴν οὖν ταύτην εἶναι γίνωσκε Χριστοῦ τοῦ

1 Luke xviii. 18

2 Mat. xix. 16

3 Mk. x. 21

4 Luke xviii., 24

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: