previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[126] προπέμπειν, ὡς ἂν ἄσυλον αὐτῶν καὶ ἀνώλεθρον τὴν ἀπόλαυσιν ἀπελθὼν εὕρω; πῶς δὲ δείξω τὸ πρὸς τὰ παρόντα μου μῖσος, καὶ τῶν αἰωνίων ἀνθέξομαι; μάλα σαφήνισόν μοι. καί φησιν Βαρλαάμ: μὲν τοῦ πλούτου τούτου πρὸς τὸν αἰώνιον τόπον προπομπὴ ταῖς χερσὶ γίνεται τῶν πενήτων. φησὶ γάρ τις τῶν προφητῶν, Δανιὴλ 1 σοφώτατος, τῷ βασιλεῖ Βαβυλῶνος: Διὰ τοῦτο, βασιλεῦ, βουλή μου ἀρεσάτω σοι: καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι καὶ τὰς ἀδικίας σου ἐν οἰκτιρμοῖς πενήτων. λέγει δὲ 2 καὶ Σωτήρ: Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ [p. 214] μαμωνᾶ τῆς ἀδικίας, ἵν̓, ὅταν ἐκλίπητε, δέξωνται 3 ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. καὶ πολὺν ἄνω τε καὶ κάτω λόγον Δεσπότης τῆς ἐλεημοσύνης καὶ μεταδόσεως τῶν πενήτων ποιεῖται, καθὼς ἐν τῷ Εὐαγγελίῳ μανθάνομεν. οὕτως μὲν οὖν ἀσφαλέστατα λίαν ἐκεῖσε προπέμψεις πάντα ταῖς τῶν 4 δεομένων χερσίν: ὅσα γὰρ εἰς τούτους ποιήσεις, ἑαυτῷ Δεσπότης οἰκειούμενος πολυπλασίως σε ἀνταμείψεται: νικᾷ γὰρ ἀεὶ ταῖς τῶν δωρεῶν

1 Dan. iv. 24

2 Luke xvi. 9

3 Cp. Luke xi. 41; xii. 33; xix. 3 ; Mat. xix. 21

4 Mat. xxv. 40

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: