previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[125] τέλειον, καὶ ἐπιγνώσομαι πρόσωπον πρὸς πρόσωπον, 1 τότε τὸ ἐκ μέρους καταργηθήσεται. εὐχαριστῶ τοίνυν τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ 2 Κυρίου ἡμῶν: γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, καὶ διήνοιξέ [p. 212] μου τοὺς ὀφθαλμοὺς ἀπλανῶς κατιδεῖν ὅτι τὸ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη. καὶ καθάπερ οὖν ἐγώ, τῶν παρόντων ἐπιγνοὺς τὴν ματαιότητα, τέλειον αὐτὰ ἐμίσησα μῖσος, οὕτω δὴ καὶ δὲ γινώσκειν περὶ τούτων συμβουλεύω, ἵνα ὡς ἀλλοτρίοις διατεθῇς αὐτοῖς καὶ θᾶττον παρερχομένοις, ἀφελόμενος δ̓ ἐντεῦθεν πάντα, θησαυρίσῃς σεαυτῷ ἐν τῷ ἀφθάρτῳ αἰῶνι θησαυρὸν ἀσύλητον, πλοῦτον ἀδαπάνητον, ἔνθα σε δεῖ ἀνυπερθέτως πορευθῆναι, ἵνα, ὅταν ἀπέλθῃς, οὐχ ὑστερούμενος ἔσῃ, ἀλλὰ πλούτῳ βρίθων, καθάπερ σοι τὴν τούτων ἀνεθέμην ἀνωτέρω καταλληλοτάτην εἰκόνα.

1 Rom. vii. 25

2 Rom. viii. 2, 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: