previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[124] 1 κόσμου: παράγει γὰρ τὸ σχῆμα αὐτοῦ μικρὸν ὅσον, καὶ ἰδοὺ οὐκ ἔσται. ἐξέλθετε ἀμεταστρεπτί, [p. 210] μὴ προῖκα δὲ καὶ ἀμισθί, ἀλλ̓ ἐφόδια φερόμενοι ζωῆς αἰωνίου: μακρὰν γὰρ μέλλετε βαδίζειν ὁδόν, πολλῶν ἔχουσαν χρείαν τῶν ἐντεῦθεν ἐφοδίων. καὶ καταλαμβάνετε τὸν αἰώνιον τόπον χώρας ἔχοντα δύο, πολλὰς ἐν ἑαυταῖς μονὰς ἐχούσας, ὧν τὴν μὲν μίαν ἡτοίμασεν Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τὰς αὐτοῦ φυλάττουσιν ἐντολάς, παντοίων οὖσαν ἀγαθῶν πεπληρωμένην, ἧσπερ οἱ ἀξιωθέντες ἐν ἀφθαρσίᾳ ζήσονται διηνεκεῖ, τῆς 2 ἀνωλέθρου ἀπολαύοντες ἀθανασίας, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός: δὲ δευτέρα, σκότους οὖσα μεστὴ καὶ θλίψεως καὶ ὀδύνης, τῷ 3 διαβόλῳ ἡτοίμασται καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐν βληθήσονται καὶ οἱ δἰ ἔργων πονηρῶν ἑαυτοῖς ταύτην προξενήσαντες, οἱ τῶν ἀφθάρτων καὶ αἰωνίων τὰ παρόντα ἀνταλλαξάμενοι καὶ ὅλους ἑαυτοὺς κατάβρωμα τοῦ αἰωνίου πυρὸς ποιησάμενοι. Ταύτης ἐγὼ τῆς φωνῆς ἀκούσας καὶ τὸ ἀψευδὲς αὐτῆς ἐπιγνούς, ἐκεῖνο καταλαβεῖν τὸ κατάλυμα ἔργον ἐθέμην, τὸ πάσης μὲν ἀπηλλαγμένον ὀδύνης τε καὶ λύπης, τοσαύτης δὲ ἀσφαλείας καὶ τοιούτων ἀγαθῶν πλῆρες ὑπάρχον, ὧν γνῶσις νυνὶ μὲν ἐκ μέρους ἐστὶν ἐν ἐμοί, νηπίῳ τε ὄντι 4 τὴν πνευματικὴν ἡλικίαν καὶ ὡς δἰ ἐσόπτρων καὶ αἰνιγμάτων τὰ ἐκεῖθεν βλέποντι: ὅτε δὲ ἔλθῃ τὸ

1 1 Cor. vii. 31

2 Is. xxxv. 10

3 Mat. xxv. 41

4 1 Cor. xiii. 9-12

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: