previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[119] κατάκομον ἔχων, ὃς αὐτίκα μὴ συναρπασθεὶς τῇ ἐξαίφνης αὐτῷ προσπεσούσῃ εὐθηνίᾳ, μηδὲ τῶν προβεβασιλευκότων καὶ ἀθλίως ἐκβληθέντων τὴν ἀμεριμνίαν ζηλώσας, ἐμμέριμνον εἶχε καὶ ἐναγώνιον τὴν ψυχὴν πῶς ἂν τὰ κατ̓ αὐτὸν εὖ διάθοιτο. τῇ συχνῇ δὲ μελέτῃ ἀκριβωσάμενος, ἔγνω διά τινος σοφωτάτου συμβούλου τὴν συνήθειαν τῶν πολιτῶν, καὶ τὸν τόπον τῆς διηνεκοῦς ἐξορίας: ὅπως τε χρὴ ἑαυτὸν ἀσφαλίσασθαι ἀπλανῶς ἐδιδάχθη. ταῦτ̓ οὖν ὡς ἔγνω, καὶ ὅτι δεῖ αὐτὸν ὅσον οὔπω ἐκείνην καταλαμβάνειν τὴν νῆσον, τὴν δ̓ ἐπίκτητον ταύτην καὶ ἀλλοτρίαν βασιλείαν ἀλλοτρίοις αὖθις καταλιμπάνειν, ἀνοίξας τοὺς θησαυροὺς αὐτοῦ ὧνπερ τέως ἀνειμένην εἶχε καὶ ἀκώλυτον τὴν χρῆσιν, καὶ λαβὼν χρημάτων πλῆθος, χρυσοῦ τε καὶ [p. 202] ἀργύρου καὶ λίθων τιμίων ἁδρότατον ὄγκον, πιστοτάτοις παραδοὺς οἰκέταις, εἰς ἐκείνην προέπεμψεν, εἰς ἣν ἔμελλεν ἀπάγεσθαι, νῆσον. συντελεσθέντος δὲ τοῦ ἐμπροθέσμου ἐνιαυτοῦ, στασιάσαντες οἱ πολῖται γυμνὸν αὐτόν, ὡς καὶ τοὺς πρὸ αὐτοῦ, τῇ ἐξορίᾳ παρέπεμψαν. οἱ μὲν οὖν λοιποὶ ἀνόητοι καὶ πρόσκαιροι βασιλεῖς δεινῶς ἐλίμωττον: δέ, τὸν πλοῦτον προαποθέμενος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: