previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[114] παραβολήν, ἔφη: Ὡς ἀληθὴς λόγος οὗτος καὶ πάνυ ἁρμοδιώτατος. μὴ οὖν ὀκνήσῃς τοιούτους ἀεί μοι τύπους ὑποδεικνύειν, ἵνα γνῶ ἀκριβῶς ὁποῖος ὑπάρχει καθ̓ ἡμᾶς βίος, καὶ τίνων τοῖς ἑαυτοῦ φίλοις πρόξενος γίνεται. [p. 192] δὲ γέρων εἶπεν: Ὅμοιοι αὖθίς εἰσιν οἱ ἐρασθέντες τῶν τοῦ βίου τερπνῶν καὶ τῇ τούτου γλυκανθέντες ἡδύτητι, τῶν μελλόντων τε καὶ μὴ σαλευομένων τὰ ῥευστὰ καὶ ἀσθενῆ προτιμήσαντες, ἀνθρώπῳ τινὶ τρεῖς ἐσχηκότι φίλους, ὦν τοὺς μὲν δύο περιπαθῶς ἐτίμα, καὶ σφοδρῶς τῆς αὐτῶν ἀγάπης ἀντείχετο, μέχρι θανάτου ὑπὲρ αὐτῶν ἀγωνιζόμενος καὶ προκινδυνεύειν αἱρού μενος: πρὸς δὲ τὸν τρίτον πολλῇ ἐφέρετο καταφρονήσει, μήτε τιμῆς, μήτε τῆς προσηκούσης αὐτὸν πώποτε ἀξιώσας ἀγάπης, ἀλλ̓ μικράν τινα καὶ οὐδαμινὴν εἰς αὐτὸν προσποιούμενος φιλίαν. καταλαμβάνουσιν οὖν ἐν μιᾷ φοβεροί τινες καὶ ἐξαίσιοι στρατιῶται, σπεύδοντες ταχύτητι πολλῇ πρὸς τὸν βασιλέα τοῦτον ἀγαγεῖν, λόγον ἀποδώσοντα ὑπὲρ ὀφειλῆς μυρίων ταλάντων. στενοχωρούμενος δὲ ἐκεῖνος ἐζήτει βοηθόν, τὸν συναντιλαβέσθαι αὐτῷ ἐν τῶ φρικτῷ τοῦ βασιλέως λογοθεσίῳ δυνάμενον. δραμὼν οὖν πρὸς τὸν πρῶτον αὐτοῦ καὶ πάντων γνησιώτατον 1 φίλον, λέγει. Οἶδας, φίλε, ὡς ἀεὶ ἐθέμην τὴν ψυχήν μου ὑπὲρ σοῦ: νυνὶ δὲ χρῄζω βοηθείας ἐν τῇ ἡμέρᾳ ταύτῃ τῆς κατεχούσης με ἀνάγκης. πόσων οὖν ἐπαγγέλλῃ συναντιλαβέσθαι μοι νῦν;

1 Cp. John xiii. 37

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: