previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[109] αὐτῶν διαγωγῆς: ἀλλά, κατὰ τὸ ἐνὸν τῆς ἀσθενοῦς ἡμῶν καὶ ταλαιπώρου δυνάμεως, τὸν βίον αὐτῶν χαρακτηρίζομεν καὶ τὸ σχῆμα περιβεβλήμεθα, κἂν τῶν ἔργων διαμαρτάνωμεν. [p. 184] πρόξενον γὰρ ἀναμαρτησίας τὸ θεῖον ἐπάγγελμα τοῦτο καὶ συνεργὸν τῆς ἐκ τοῦ θείου βαπτίσματος δοθείσης ἡμῖν ἀφθαρσίας ἐπιστάμεθα. καί, τοῖς λόγοις ἑπόμενοι τῶν μακαρίων ἐκείνων, πάνυ καταγινώσκομεν τῶν φθαρτῶν τούτων καὶ ἐπικήρων τοῦ βίου πραγμάτων, ἐν οἷς οὐδὲν ἔστιν εὑρεῖν βέβαιον, οὐδὲ ὁμαλόν, οὐδὲ ἐπὶ τῶν αὐτῶν 1 ἱστάμενον: ἀλλὰ ματαιότης ἐστὶ τὰ πάντα καὶ προαίρεσις πνεύματος, πολλὰς ἐν ἀτόμῳ φέροντα τὰς μεταβολάς: ὀνείρων γὰρ καὶ σκιᾶς, καὶ αὔρας κατὰ τὸν ἀέρα πνεούσης, εἰσὶν ἀσθενέστερα: μικρὰ καὶ πρὸς ὀλίγον χάρις, καὶ οὐδὲ χάρις: ἀλλὰ πλάνη τις καὶ ἀπάτη τῆς τοῦ κόσμου κακίας, ὅνπερ μὴ ἀγαπᾶν ὅλως, μισεῖν δὲ μᾶλλον ἐκ καρδίας δεδιδάγμεθα. καὶ ἔστι γε κατὰ ἀλήθειαν μισητὸς οὗτος καὶ ἀπευκταῖος: ὅσα γὰρ δωρεῖται τοῖς φίλοις αὐτοῦ, μετ̓ ὀργῆς αὖθις αὐτὰ ἀφαρπάζει, γυμνοὺς δὲ παντὸς ἀγαθοῦ καὶ αἰσχύνην ἠμφιεσμένους, φορτία τε περικειμένους βαρέα, τῇ αἰωνίᾳ παραπέμψει θλίψει: οὓς δ̓ αὖ πάλιν ὑψοῖ,

1 Eccles. 1, 14

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: