previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[102] τὸν ζῆλον ἐκείνων καὶ τὸν θεῖον πόθον, λέγω δὲ τῶν μαρτύρων, καὶ τῷ αὐτῷ ἔρωτι τὰς ψυχὰς τρωθέντες, ἄριστα διεσκόπουν ἀρρύπαντον 1 τὴν ψυχὴν καὶ τὸ σῶμα τῷ Κυρίῳ παραστῆσαι, πάσας τὰς τῶν παθῶν περικόψαντες ἐνεργείας, καὶ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος [p. 172] ἑαυτοὺς ἐκκαθάραντες. ἐπεὶ δὲ οὐκ ἄλλως τοῦτο, ἀλλὰ διὰ τῆς φυλακῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ κατορθοῦσθαι ἔγνωσαν, τὴν δὲ φυλακὴν τῶν ἐντολῶν καὶ τὴν ἐργασίαν τῶν ἐρετῶν δυσχερῶς ἐν μέσῳ τῶν τοῦ κόσμου θορύβων προσγίνεσθαι κατενόησαν, ἄλλον τινὰ βίον ξένον καὶ ἐνηλλαγμένον ἑαυτοῖς ἐπετηδεύσαντο, καί, κατὰ τὴν θείαν 2 φωνήν, πάντα καταλιπόντες, γονεῖς, τέκνα, φίλους, συγγενεῖς, πλοῦτον καὶ τρυφήν, καὶ πάντα τὰ ἐν τῷ κόσμῳ μισήσαντες, πρὸς τὰς ἐρήμους, ὥσπερ τινὲς 3 φυγάδες, ᾤχοντο, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, πάντων τῶν ἐπὶ γῆς τερπνῶν τε καὶ ἀπολαυστικῶν ἑαυτοὺς μακρύναντες, καὶ αὐτοῦ δὲ τοῦ ἄρτου καὶ σκεπάσματος λίαν ἐνδεῶς ἔχοντες: δύο ταῦτα πραγματευσάμενοι,

1 Cp. Rom. xii. 1

2 Mat. xix. 29

3 Cp. Heb. xi. 37, 38

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: