previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[93] διδάσκειν τοὺς πιστούς: καὶ ταῦτα πάντα ὀφείλομεν φυλάττειν, εἴπερ ποθοῦμεν τῆς 1 τελειότητος ἐπιτυχεῖν καὶ τῶν ἀφθάρτων στεφάνων ἀξιωθῆναι τῆς δικαιοσύνης, οὓς ἀποδώσει Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δίκαιος κριτὴς πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Λέγει Ἰωάσαφ πρὸς τὸν γέροντα: Ταύτης οὖν τῆς ἀκριβείας τῶν δογμάτων χρῃζούσης καὶ τὴν ἀκραιφνῆ ταύτην πολιτείαν, ἐὰν μετὰ τὸ βάπτισμα συμβῇ με ἑνὸς δύο τῶν ἐντολῶν τούτων διαμαρτεῖν, ἆρα διαμαρτάνων ἔσομαι ὅλου τοῦ σκοποῦ, καὶ ματαία ἔσται πᾶσα ἐλπίς; δὲ Βαρλαὰμ ἔφη: Μὴ οὕτως ὑπολάμβανε ταῦτα. γὰρ ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας Θεὸς Λόγος, εἰδὼς τὴν πολλὴν ἀσθένειαν καὶ ταλαιπωρίαν τῆς φύσεως ἡμῶν, οὐδὲ ἐν τούτῳ τῷ μέρει ἀφῆκεν ἡμᾶς ἀνιάτρευτα νοσεῖν: ἀλλ̓ ὡς πάνσοφος ἱατρὸς τῇ ὀλισθηρᾷ ἡμῶν καὶ φιλαμαρτήμονι γνώμῃ συνέμιξε τὸ φάρμακον τῆς μετανοίας, κηρύξας ταύτην εἰς ἄφεσιν ἁμαρτιῶν. μετὰ γὰρ τὸ λαβεῖν ἡμᾶς τὴν [p. 158] ἐπίγνωσιν τῆς ἀληθείας, καὶ ἁγιασθῆναι δἰ ὕδατος καὶ πνεύματος, πάσης τε ἁμαρτίας καὶ παντὸς

1 2 Tim. iv. s

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: