previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[92] ὅπου γάρ ἐστιν θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ καρδία ὑμῶν. μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε: οἶδε γὰρ Πατὴρ ὑμῶν οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων: ὃς οὖν τὴν ψυχὴν δοὺς καὶ τὸ σῶμα, δώσει πάντως καὶ τροφὴν καὶ 1 ἔνδυμα, τὰ πετεινὰ τοῦ οὐρανοῦ τρέφων καὶ τὰ κρίνα τοῦ ἀγροῦ τοιαύτῃ κοσμῶν ὡραιότητι. ζητεῖτε δέ, φησί, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. μὴ μεριμνήσητε εἰς τὴν αὔριον: γὰρ αὔριον τὰ ἑαυτῆς μεριμνήσει. 2 πάντα ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, 3 οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. εἰσέλθετε διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα πύλη καὶ εὐρύχωρος ὁδὸς ἀπάγουσα εἰς τὴν ἀπώλειαν, [p. 156] καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δἰ αὐτῆς: στενὴ καὶ τεθλιμμένη ὁδὸς ἀπάγουσα εἰς τὴν ζωήν, 4 καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. οὐ πᾶς λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ̓ ποιῶν τὸ θέλημα 5 τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. φιλῶν πατέρα μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος, καὶ φιλῶν υἱὸν θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος: καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. ἰδοὺ ταῦτα καὶ τὰ τούτοις ὅμοια ἐνετείλατο Σωτὴρ τοῖς ἀποστόλοις

1 Ibid. vi. 26

2 Ibid. vii. 12

3 Ibid. vii. 13, 14

4 Mat. vii. 21

5 Mat. x. 37. 38

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: