previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[90] ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, εἰρηνοποιοὺς πρός τε τοὺς πλησίον καὶ πρὸς τὴν [p. 152] ἑαυτῶν ψυχήν, ὑποτάξαντας δηλονότι τὸ χεῖρον τῷ κρείττονι καὶ τὸν μεταξὺ αὐτῶν διηνεκῆ πόλεμον ὀρθῇ κρίσει εἰρηνοποιήσαντας, ὑπομένειν τε πάντα διωγμὸν καὶ πᾶσαν θλῖψιν καὶ ὀνειδισμόν, ἕνεκεν δικαιοσύνης ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἡμῖν ἐπαγόμενον, ἵνα τῆς αἰωνίου χαρᾶς ἐν τῇ λαμπρᾷ τῶν δώρων διανομῇ ἀξιωθῶμεν. ἀλλὰ καὶ ἐν τῷ κόσμῳ οὕτως παρακελεύεται λάμπειν τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι, φησί, τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 1 μὲν γὰρ τοῦ Μωσέως νόμος, πάλαι δοθεὶς τοῖς Ἰσραηλίταις, Οὐ φονεύσεις, λέγει, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις: δὲ 2 Χριστός φησιν, ὅτι Πᾶς ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. ὃς δ̓ ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός: καὶ ὅτι, Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου: καὶ ὅτι Πᾶς ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ

1 Exod. xx. 13; Deut. v.

2 Mat. v. 21 ff.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: