previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[89] ἡμῖν ἐστιν ἀσφαλὲς καὶ προπύργιον καὶ ὅπλον κραταιὸν εἰς τὴν τοῦ ἐχθροῦ παράταξιν: οὐ μὴν δὲ ἀναιρεῖ τὸ αὐτεξούσιον, οὔτε τῶν μετὰ τὸ βάπτισμα ἁμαρτανομένων ἔχει συγχώρησιν, οὔτε 1 δευτέρας κολυμβήθρας κατάδυσιν. ἓν γὰρ ὁμολογοῦμεν βάπτισμα: καὶ χρὴ πάσῃ φυλακῇ τηρεῖν ἑαυτούς, μὴ δευτέροις ἐμπεσεῖν μολυσμοῖς, ἀλλὰ τῶν ἐντολῶν ἐπιλαβέσθαι τοῦ Κυρίου. 2 εἰπὼν γὰρ πρὸς τοὺς Ἀποστόλους, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, οὐ μέχρι τούτου ἔστη: ἀλλὰ προσέθετο, Διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. 3 Ἐνετείλατο δὲ πτωχοὺς μὲν εἶναι τῷ πνεύματι, οὓς μακαρίζει καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξίους ἀποκαλεῖ. εἶτα πενθεῖν ἐν τῷ παρόντι ὑποτίθεται βίῳ, ἵνα τῆς μελλούσης παρακλήσεως ἀξιωθῶμεν, πραεῖς τε εἶναι καὶ ἀεὶ πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, ἐλεήμονάς τε καὶ εὐμεταδότους, οἰκτίρμονας καὶ συμπαθεῖς, καθαροὺς τῇ καρδίᾳ, ἀπεχομένους

1 Eph. iv. 5

2 Mat. xxviii. 19, 20

3 Mat. v. 3 ff.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: