previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[88] οὐρανὸν τὴν ψυχὴν ἀναφέρουσιν. ἰδοὺ τούτων ἐντετάλμεθα, μετὰ τὸ βάπτισμα, ἀντέχεσθαι, τῶν δ̓ ἐναντίων ἀπέχεσθαι. 1 Εἰ δὲ μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, τῶν προτέρων αὖθις ἐπιληψόμεθα νεκρῶν ἔργων, καὶ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψομεν, συμβήσεται ἡμῖν τὸ ὑπὸ τοῦ 2 Κυρίου εἰρημένον. Ὅταν γάρ, φησί, τὸ ἀκάθαρτον Πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου ῾τῇ χάριτι δηλαδὴ τοῦ βαπτίσματος᾿, διέρχεται δἰ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει: μὴ φέρον δὲ ἐπὶ πολὺ ἄοικον καὶ ἀνέστιον περιπλανᾶσθαι, λέγει: Ἐπιστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον. καί, ἐλθόν, εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον, κενὸν δὲ καὶ σχολάζοντα, μὴ ὑποδεξάμενον τὴν ἐργασίαν τῆς χάριτος, μηδὲ [p. 150] πληρώσαντα ἑαυτὸν τῷ πλούτῳ τῶν ἀρετῶν. τότε πορεύεται καὶ λαμβάνει μεθ̓ ἑαυτοῦ ἕτερα ἑπτὰ Πνεύματα πονηρότερα ἑαυτοῦ: καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ: καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. τὸ 3 γὰρ βάπτισμα τῶν μὲν προημαρτημένων πάντων τὰ χειρόγραφα, τῷ ὕδατι ἐνθάπτον, παντελεῖ ἀφανισμῷ παραδίδωσι, καὶ εἰς τὸ ἑξῆς τεῖχος

1 Prov. xxvi. 11 ; 2 Pet. ii. 22

2 Cp. Luke xi. 24-26

3 Col. ii. 14

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: