previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[87] καὶ ἄλλα τινὰ δεῖ προστιθέναι; Καί φησι πρὸς αὐτὸν Βαρλαάμ: Ἄκουσον τί δεῖ ποιεῖν μετὰ τὸ βάπτισμα: πάσης μὲν ἁμαρτίας καὶ παντὸς πάθους ἀπέχεσθαι, ἐποικοδομεῖν δὲ ἐπὶ τῷ θεμελίῳ τῆς ὀρθοδόξου πίστεως 1 τὴν τῶν ἀρετῶν ἐργασίαν, ἐπειδὴ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα πίστεως 2 δίχα. φησὶ γὰρ Ἀπόστολος: Ἐν πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε: φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστι, μοιχεῖαι, πορνεῖαι, ἀκαθαρσίαι, ἀσέλγειαι, εἰδωλολατρείαι, φαρμακεῖαι, ἔχθραι, ἔρις, ζῆλοι, [p. 148] θυμοί, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, φιλαργυρίαι, λοιδορίαι, φιληδονίαι, μέθαι, κῶμοι, ὑπερηφανίαι, καὶ τὰ ὅμοια τούτοις: προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν: δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἁγιασμὸς ψυχῆς καὶ σώματος, ταπείνωσις καρδίας καὶ συντριβή, ἐλεημοσύνη, ἀμνησικακία, φιλανθρωπία, ἀγρυπνία, μετάνοια ἀκριβὴς πάντων τῶν προγεγονότων σφαλμάτων, δάκρυον κατανύξεως, πένθος ὑπέρ τε τῶν ἰδίων ἁμαρτιῶν καὶ τῶν τοῦ πλησίον, καὶ τὰ τούτοις ὅμοια, ἅτινα, ὥσπερ τινὲς βαθμίδες καὶ κλίμακες ἀλλήλων ἐχόμεναι καὶ ὑπ̓ ἀλλήλων συγκροτούμεναι, εἰς

1 Jas. ii. 26

2 Cp. Gal. v. 16 ff.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: