previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[85] [p. 144] σῶμα ἐκριφθήσεται ἐκ προσώπου Κυρίου, καὶ παραδοθήσεται πυρὶ γεέννης ἀτελεύτητα φλογιζούσης. ταῦτά σοι συμβήσεται καὶ πολλῷ τούτων χείρονα, εἰ ἐμμείνῃς τῇ ἀπιστίᾳ. Εἰ δὲ προθύμως ὑπακούσεις τῷ καλοῦντί σε εἰς σωτηρίαν, καί, προσδραμὼν αὐτῷ πόθῳ καὶ χαρᾷ, τῷ φωτὶ αὐτοῦ σημειωθήσῃ, καὶ ἀμεταστρεπτὶ αὐτῷ ἀκολουθήσεις, πάντα μὲν ἀπαρνησάμενος, αὐτῷ μόνῳ κεκολλημένος, ὁποίας τεύξῃ 1 ἀσφαλείας καὶ εὐφροσύνης ἄκουσον: Ἐὰν κάθῃ, ἄφοβος ἔσῃ: ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς τῶν ἀσεβῶν δαιμόνων ἐπερχομένας: ἀλλὰ πορεύσῃ 2 πεποιθὼς ὡς λέων, καὶ ζήσῃ μετ̓ εὐφροσύνης καὶ 3 ἀγαλλιάματος αἰωνίου: ἐπὶ γὰρ τῆς κεφαλῆς σου ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήψεταί σε: ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός: 4 τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ

1 Prov. iii. 24, 25

2 Prov. xxviii. 1

3 Is. li. 11

4 Is. lviii. 8, 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: