previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[83] ἀνύπαρκτον. ἡμῖν δὲ οὐχ οὕτως ἐστίν, οὐδὲ 1 πολλοὶ θεοὶ καὶ κύριοι: ἀλλ̓ εἷς Θεὸς Πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεὶς εἰς αὐτόν: καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δἰ οὗ τὰ πάντα καὶ ἡμεῖς δἰ 2 αὐτοῦ, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος ἁπάσης τῆς κτίσεως καὶ πάντων τῶν αἰώνων, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, 3 εἴτε Ἐξουσίαι: Τὰ πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν γέγονε: καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν τὰ πάντα, τὸν Κύριον καὶ 4 ζωοποιόν, Θεὸν καὶ θεοποιοῦν, Πνεῦμα ἀγαθόν, [p. 142] 5 Πνεῦμα εὐθές, Πνεῦμα παράκλητον, Πνεῦμα 6 υἱοθεσίας. τούτων Θεὸς μὲν ἕκαστον καθ̓ ἑαυτὸ θεωρούμενον: ὡς Πατὴρ καὶ Υἱός, ὡς Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον, εἷς δὲ Θεὸς ἐν τρισί, μία φύσις, μία βασιλεία, μία δύναμις, μία δόξα, μία οὐσία, διαιρετὴ ταῖς ὑποστάσεσι καὶ μόνον. εἷς γὰρ Πατήρ, καὶ ἴδιον ἀγεννησία: εἷς δὲ μονογενὴς Υἱός, καὶ ἴδιον αὐτῷ γέννησις: ἓν 7 δὲ τὸ Ἅγιον Πνεῦμα, καὶ ἴδιον αὐτῷ ἐκπόρευσις. οὕτω γὰρ ἡμεῖς, ἐκ φωτὸς τοῦ Πατρὸς φῶς περιλαμφθέντες

1 1 Cor. viii. 6

2 Col. i. 15, 16

3 John i. 3

4 John vi. 63

5 John xvi. 7

6 Rom. viii. 15

7 John xv. 26

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: