previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[81] Νῦν ἔγνων ἰσχυρῶς ἀνοηταίνειν σε: δεξάμενος γὰρ τὰ λεχθέντα σοι προθύμως καὶ ἡδέως ἀκούσας, οὐδεμίαν ἐξ αὐτῶν ὠφέλειαν ἐπεκτήσω. εἶπόν σοι μὴ μεταμελεῖσθαι ἐπὶ πράγματι παρελθόντι: [p. 138] καὶ ἰδοὺ συνεχύθης τῇ λύπῃ ὅτι σου τὰς χεῖρας ἐξέφυγον, μεταμελόμενος ἐπὶ πράγματι παρελθόντι. ἐνετειλάμην σοι μὴ ἐπιχειρεῖν τῶν ἀνεφίκτων ἐφικέσθαι, καὶ πειρᾷ κατασχεῖν με, μὴ δυνάμενος τῆς ἐμῆς ἐφικέσθαι πορείας. πρὸς τούτοις δὲ καὶ ἄπιστον ῥῆμα μὴ πιστεύειν σοι διεστειλάμην: ἀλλ̓ ἰδοὺ ἐπίστευσας ὑπάρχειν ἐν τοῖς ἐγκάτοις μου μαργαρίτην ὑπερβαίνοντα τὸ μέτρον τῆς ἡλικίας μου, καὶ οὐκ ἐφρόνησας συνιέναι ὅτι ὅλη ἐγὼ οὐκ ἐφικνοῦμαι τῷ μεγέθει τῶν τοῦ στρουθοκαμήλου ὠῶν, καὶ πῶς μαργαρίτην τοιοῦτον ἐχώρησα ἐν ἐμοί; Οὕτως οὖν ἀνοηταίνουσι καὶ οἱ πεποιθότες ἐπὶ τοῖς εἰδώλοις: εἰργάσαντο γὰρ ταῦτα ταῖς χερσὶν 1 αὐτῶν, καὶ προσκυνοῦσιν ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, λέγοντες: Οὗτοι οἱ πλαστουργοὶ ἡμῶν. πῶς οὖν πλαστουργοὺς τοὺς ὑπ̓ αὐτῶν δημιουργηθέντας καὶ διαπλασθέντας νομίζουσιν; ἀλλὰ καὶ τηροῦντες αὐτὰ ἐν ἀσφαλείᾳ, τοῦ μὴ ὑπὸ κλεπτῶν συληθῆναι, φύλακας ἀποκαλοῦνται τῆς σφῶν σωτηρίας: καὶ τοί γε πόσης ταῦτα ἀφροσύνης, καὶ τὸ μὴ γινώσκειν ὅτι, οὐκ ἐξαρκοῦντες ἑαυτοὺς φυλάσσειν καὶ βοηθεῖν, πῶς ἄλλοις γένοιντο

1 Is. xvii. 8

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: