previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[79] 1 θεληθείς: οὕτω γὰρ καὶ αὐτὸς ἀπόστολος Πέτρος πρός τινα τῶν μαθητῶν λελάληκεν. ἐγὼ δὲ πιστεύω ὅτι καὶ ὑπήκουσας τῆς κλήσεως, καὶ 2 ἔτι τρανότερον ὑπακούσας ἀρεῖς τὸν σταυρὸν καὶ 3 ἀκολουθήσεις τῷ καλοῦντί σε Θεῷ καὶ Δεσπότῃ, ὃς προσκαλεῖταί σε ἀπὸ θανάτου εἰς ζωὴν καὶ 4 ἀπὸ σκότους εἰς φῶς. τῷ ὄντι γὰρ τοῦ Θεοῦ ἄγνοια σκότος ἐστὶ καὶ θάνατος ψυχῆς, καὶ τὸ δουλεύειν εἰδώλοις ἐπ̓ ὀλέθρῳ τῆς φύσεως πάσης μοι δοκεῖ εἶναι ἀναισθησίας καὶ ἀφροσύνης ἐπέκεινα. Οὓς τίνι ὁμοιώσω, καὶ ποταπήν σοι εἰκόνα τῆς τούτων ἀβελτηρίας παραστήσω; ἀλλά σοι παραθήσω ὑπόδειγμα παρά τινος ἀνδρὸς σοφωτάτου λεχθὲν πρός με. Ἔλεγε γὰρ ὅτι Ὅμοιοί εἰσιν οἱ τῶν εἰδώλων προσκυνηταὶ ἀνθρώπῳ ἰξευτῇ, ὃς κατέσχεν ἓν τῶν σμικροτάτων στρουθίων: ἀηδόνα τοῦτο καλοῦσι. λαβὼν δὲ μάχαιραν τοῦ σφάξαι αὐτὸ καὶ φαγεῖν, ἐδόθη τῇ ἀηδόνι φωνὴ ἔναρθρος. καί [p. 136] φησι πρὸς τὸν ἰξευτήν: Τί σοι ὄφελος, ἄνθρωπε,

1 Acts viii. 22, 23 (?)

2 Mat. x. 38

3 Mk. viii. 34

4 I Pet. ii. 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: