previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] πραγμάτων, καὶ χρυσαῖς πτέρυξι, τὸ δὴ λεγόμενον, εἰς οὐρανοὺς πολλῶν ἀνιπταμένων, ἀνίσταταί τις βασιλεὺς ἐν τῇ αὐτῇ χώρᾳ, Ἀβεννὴρ τοὔνομα, μέγας μὲν γενόμενος πλούτῳ καὶ δυναστείᾳ καὶ τῇ κατὰ τῶν ἀντικειμένων νίκῃ, γενναῖός τε ἐν [p. 10] πολέμοις, καὶ μεγέθει σώματος ἅμα δὲ καὶ προσώπου ὡραιότητι σεμνυνόμενος, πᾶσί τε τοῖς κοσμικοῖς καὶ θᾶττον μαραινομένοις προτερήμασιν ἐγκαυχώμενος: κατὰ ψυχὴν δὲ ἐσχάτῃ πιεζόμενος πτωχείᾳ καὶ πολλοῖς κακοῖς συμπνιγόμενος, τῆς ἑλληνικῆς ὑπάρχων μοίρας, καὶ σφόδρα περὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων ἐπτοημένος. πολλῇ δὲ συζῶν οὗτος τρυφῇ καὶ ἀπολαύσει τῶν ἡδέων καὶ τερπνῶν τοῦ βίου, καὶ ἐν οὐδενὶ τῶν θελημάτων καὶ ἐπιθυμιῶν αὐτοῦ ἀποστερούμενος, ἓν εἶχε τὸ τὴν εὐφροσύνην αὐτῷ ἐγκόπτον καὶ μερίμναις αὐτοῦ βάλλον τὴν ψυχήν, τὸ τῆς ἀτεκνίας κακόν. ἔρημος γὰρ ὑπάρχων παίδων, διὰ φροντίδος εἶχε πολλῆς ὅπως, τοῦ τοιούτου λυθεὶς δεσμοῦ, τέκνων κληθείη πατήρ, πρᾶγμα τοῖς πολλοῖς εὐκταιότατον. τοιοῦτος μὲν βασιλεύς, καὶ οὕτως ἔχων τῆς γνώμης. Τὸ δὲ εὐκλεέστατον γένος τῶν χριστιανῶν καὶ τὰ τῶν μοναχῶν πλήθη παῤ οὐδὲν θέμενοι τὸ τοῦ βασιλέως σέβας, καὶ τὴν αὐτοῦ μὴ δεδοικότες ὅλως ἀπειλήν, προέκοπτον τῇ τοῦ Χριστοῦ χάριτι, εἰς λόγου κρείττονα πληθὺν ἐπιδιδόντες, καὶ βραχὺν μὲν ποιούμενοι τοῦ βασιλέως λόγον, τῶν δὲ πρὸς θεραπείαν φερόντων Θεοῦ διαφερόντως

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: