previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πέμπτον τεσσαρακοστὸν ἐπόψεαι, ὁππόθι Πενθεὺς
ταῦρον ἐπισφίγγει κεραελκέος ἀντὶ Λυαίου.


ὣς φαμένου Βρομίοιο δόμων ἐξέδραμε νύμφη
χάρματι λυσσήεντι κατάσχετος, ὄφρα νοήσῃ
νυμφίον Ἀκταίωνα παρήμενον ἰοχεαίρῃ:
καί οἱ ἐπειγομένῃ σφαλερῷ ποδὶ σύνδρομος αὔραις
5εἰς ὅρος ἀκρήδεμνος ὁμάρτεε μαινὰς Ἀγαύη,
καὶ Κρονίης μάστιγος ἱμασσομένη φρένα κέντρῳ
ἄσκοπον ἐρροίβδησε μεμηνότι χείλεϊ φωνήν:


Οὐτιδανῷ Πενθῆι κορύσσομαι, ὄφρα δαείη,
θαρσαλέην ὅτι Κάδμος Ἀμαζόνα τίκτεν Ἀγαύην.
10ἔμπλεος ἠνορέης καὶ ἐγὼ πέλον: ἢν ἐθελήσω,
καὶ γυμναῖς παλάμῃσιν ὅλον Πενθῆα δαμάσσω,
καὶ στρατιὴν εὔοπλον ἀτευχέι χειρὶ δαΐζω.
θύρσον ἔχω: μελίης οὐ δεύομαι, οὐ δόρυ πάλλω:
ἔγχεϊ δ᾽ ἀμπελόεντι δορυσσόον ἀνέρα βάλλω:
15οὐ φορέω θώρηκα, καὶ εὐθώρηκα δαμάσσω.
κύμβαλα δ᾽ αἰθύσσουσα καὶ ἀμφιπλῆγα βοείην
κυδαίνω Διὸς υἷα, καὶ οὐ Πενθῆα γεραίρω.
Λύδιά μοι δότε ῥόπτρα: τί μέλλετε, θυιάδες ὧραι;
ἵξομαι εἰς σκοπέλους, ὅθι Μαινάδες, ἧχι γυναῖκες [p. 322]
20ἥλικες ἀγρώσσοντι συναγρώσσουσι Λυαίῳ.
ζῆλον ἔχω, Λιόνυσε, λεοντοφόνοιο Κυρήνης:
φείδεό μοι Βρομίοιο, θεημάχε, φείδεο, Πενθεῦ:
εἰς σκοπέλους ἀκίχητος ἐλεύσομαι, ὄφρα καἰ αὐτὴ
εὔιον ἀείδουσα χοροίτυπον ἴχνος ἑλίξω:
25οὐκέτι βοτρυόεντος ἀναίνομαι ὄργια Βάκχου,
οὐκέτι Βασσαρίδων στυγέω χορόν: ἀλλὰ καὶ αὐτὴ
δειμαίνω Διόνυσον, ὃν ἤροσεν ἄφθιτος εὐνή,
ὃν Διὸς ὑψιμέδοντος ἐχυτλώσαντο κεραυνοί.
ἔσσομαι ὠκυπέδιλος, ὁμήλυδος ἰοχεαίρης
30δίκτυα κουφίζουσα, καὶ οὐ κλωστῆρας Ἀθήνης.’


ὣς φαμένη πεπότητο νέη σκαίρουσα Μιμαλλών,
ληναίης μεθέπουσα φιλεύιον ἅλμα χορείης,
Βάκχον ἀνευάζουσα καἰ ἀείδουσα Θυώνην:
καὶ Σεμέλην ὑπάτοιο Διὸς κίκλησκε γυναῖκα,
35καὶ σέλας εὐφαέων γαμίων ἐλίγαινε κεραυνῶν.
καὶ χορὸς ὲν σκοπέλοισιν ἔην πολύς: ἀμφὶ δὲ πέτραι
ἴαχον: ἑπταπύλου δὲ πέδον περιδέδρομε Θήβης
ἠχὴ ποικιλόμορφος: ὁμογλώσσῳ δ᾽ ἀλαλητῷ
μελπομένων βαρύδουπος ἐπεσμαράγησε Κιθαιρών:
40καὶ δροσόεις κελάδησεν ἁλὸς κτύπος: ἦν δὲ νοῆσαι
δένδρεα κωμάζοντα καὶ αὐδήεσσαν ἐρίπνην.
καί τις ἑοῦ θαλάμοιο χοροίτυπος ἔκθορε κούρη,
αὐλὸς ὅτε τρητοῖσι πόροις ἰάχησε κεράστης:
καὶ κτύπος ἀμφιβόητος ἀδεψήτοιο βοείης
45παρθενικὰς βάκχευσεν, ἀπ᾽ εὐτύκτων δὲ μελάθρων
εἰς ὄρος ὑψικάρηνον ἐρημάδας ἤλασε Βάκχας.
καί τις ἀνοιστρηθεῖσα θυελλήεντι πεδίλῳ
κούρη λυσιέθειρα διέσσυτο παρθενεῶνος,
κερκίδα καλλείψασα καὶ ἱστοτέλειαν Ἀθήνην:
50καὶ πλοκάμων ἀκόμιστον ἀπορρίψασα καλύπτρην [p. 324]
μίσγετο Βασσαρίδεσσι καὶ Ἀονὶς ἔπλετο Βάκχη.


Τειρεσίας δ᾽ ἱέρευσεν ἀλεξικάκῳ Διονύσῳ
βωμὸν ἀναστήσας, ἵνα Πενθέος ὕβριν ἐρύξῃ
καὶ χόλον ἀπρήυντον ἀποσκεδάσειε Λυαίου:
55ἀλλὰ μάτην ἱκέτευσεν, ἐπεὶ λίνον ἤλυθε Μοίρης.
καὶ Σεμέλης γενέτην ἐκαλέσσατο μάντις ἐχέφρων,
ὄφρα μετασχήσωσι χοροστασίην Διονύσου.
βριθομένοις δὲ πόδεσσι γέρων ὠρχήσατο Κάδμος
στέψας Ἀονίῳ χιονώδεα βόστρυχα κισσῷ:
60Τειρεσίας δ᾽ ὁμόφοιτος ἑὸν πόδα νωθρὸν ἑλίσσων,
Μυγδονίῳ Φρύγα κῶμον ἀνακρούων Διονύσῳ,
εἰς χορὸν ἀίσσοντι συνέμπορος ἤιε Κάδμῳ
γηραλέον νάρθηκι θεουδέι πῆχυν ἐρείσας.
ἀθρήσας δὲ γέροντας ὁμήλυδας ὄμματι λοξῷ
65Τειρεσίαν καὶ Κάδμον ἀτάσθαλος ἴαχε Πενθεύς:
Κάδμε, τί μαργαίνεις; τίνι δαίμονι κῶμον ἐγείρεις;
Κάδμε, μιαινομένης ἀποκάτθεο κισσὸν ἐθείρης,
κάτθεο καὶ νάρθηκα νοοπλανέος Διονύσου:
Ὀγκαίης δ᾽ ἀνάειρε σαόφρονα χαλκὸν Ἀθήνης.
70νήπιε Τειρεσία, στεφανηφόρε, ῥῖψον ἀήταις
σῶν πλοκάμων τάδε φύλλα, νόθον στέφος: ἀντὶ δὲ θύρσου
Φοίβου μᾶλλον ἄειρε τεὴν Ἰσμηνίδα δάφνην.
αἰδέομαι σέο γῆρας, ἀμετροβίων δὲ καὶ αὐτῶν
μάρτυρα δῶν ἐτέων πολιὴν πλοκαμῖδα γεραίρω:
75εἰ μὴ γὰρ τόδε γῆρας ἐρήτυε καὶ σέο χαίτη,
καί κεν ἀλυκτοπέδῃσιν ἐγὼ δέο χεῖρας ἑλίξας
δέσμιον ἀχλυόεντι κατεσφρήγισσα μελάθρῳ. [p. 326]
σὸς νόος οὔ με λέληθε: σὺ γὰρ Πενθῆι μεγαίρων
μαντοσύναις δολίῃσι νόθον θεὸν ἀνέρα τεύχεις,
80δῶρα λαβὼν Λυδοῖο παρ᾽ ἀνέρος ἠπεροπῆος,
δῶρα πολυχρύσοιο φατιζομένου ποταμοῖο.
ἀλλ᾽ ἐρέεις, ὅτι Βάκχος ἐποίνιον εὗρεν ὀπώρην:
οἶνος ἀεὶ μεθύοντας ἐφέλκεται εἰς Ἀφροδίτην,
εἰς φόνον ἀσταθέος νόον ἀνέρος οἶνος ἐγείρει.
85ἀλλὰ Διὸς γενετῆρος ἔχει δέμας ἠὲ χιτῶνας:
χρύσεα πέπλα φέρων, οὐ νεβρίδας, ὑψιμέδων Ζεὺς
ἀστράπτει μακάρεσσι: καὶ ἀνδράσι μάρναται Ἄρης
χάλκεον ἔγχος ἔχων, οὐκ οἴνοπα θύρσον ἀείρων:
οὐ βοέοις κεράεσσι κερασφόρος ἐστὶν Ἀπόλλων.
90μὴ ποταμὸς Σεμέλην νυμφεύσατο, καὶ τέκε νύμφη
υἷα νόθον κερόεντα βοοκραίρῳ παρακοίτῃ;
ἀλλ᾽ ἐρέεις: ‘γλαυκῶπις ἐς ἄρσενα δῆριν ἱκάνει
σύγγονον ἔγχος ἔχουσα καὶ ἀσπίδα Παλλὰς Ἀθήνη’ ...
αἰγίδα καὶ σὺ τίταινε τεοῦ Κρονίδαο τοκῆος.’


95ὣς φαμένου Πενθῆος ἀμείβετο μάντις ἐχέφρων:


Τί κλονέεις Διόνυσον, ὃν ἤροσεν ὑψιμέδων Ζεύς,
ὃν Κρονίδης ὤδινε πατὴρ ἐγκύμονι μηρῷ,
παιδοκόμῳ δὲ γάλακτι θεητόκος ἔτρεφε Ῥείη,
ὃν πάρος ἡμιτέλεστον ἔτι πνείοντα τεκούσης
100ἀφλεγέες σπινθῆρες ἐχυτλώσαντο κεραυνοῦ;
οὗτος ἀμαλλοτόκῳ Δημήτερι μοῦνος ἐρίζει
ἀντίτυπον σταχύεσσιν ἔχων εὔβοτρυν ὀπώρην.
ἀλλὰ χόλον Βρομίοιο φυλάσσεο: δυσσεβίης δὲ
σοί, τέκος, ἢν ἐθέλῃς, Σικελόν τινα μῦθον ἐνίψω.
105Τυρσηνῶν ποτε παῖδες ἐναυτίλλοντο θαλάσσῃ, [p. 328]
ξεινοφόνοι, πλωτῆρες ἀλήμονες, ἅρπαγες ὄλβου,
πάντοθεν ἁρπάζοντες ἐπάκτια πώεα μήλων:
καὶ πολὺς ἔνθα καὶ ἔνθα δορικτήτων ἀπὸ νηῶν
εἰς μόρον ὑδατόεντα γέρων ἐκυλίνδετο ναύτης
110ἡμιθανής, ἕτερος δὲ προασπίζων ἕο ποίμνης
ἀμφιλαφὴς πολιῇσι φόνῳ φοινίσσετο ποιμήν.
ἔμπορος εἰ τότε πόντον ἐπέπλεεν, εἴ ποτε Φοῖνιξ
ὤνια Σιδονίης ἁλιπόρφυρα πέπλα θαλάσσης
εἶχεν, ὑπὲρ πόντοιο λαβὼν Τυρσηνὸς ἀλήτης
115ἀπροϊδὴς πεφόρητο ῥυηφενέων ἐπὶ νηῶν:
καί τις ἀνὴρ νήποινον ἀπείρονα φόρτον ὀλέσσας
εἰς Σικελὴν Ἀρέθουσαν ἀνὴρ πορθμεύετο Φοῖνιξ
δέσμιος, ἁρπαμένοιο λιπόπτολις ἄμμορος ὄλβου.
ἀλλὰ δόλῳ Διόνυσος ἐπίκλοπον εἶδος ἀμείψας
120Τυρσηνοὺς ἀπάφησε: νόθην δ᾽ ὑπεδύσατο μορφήν,
ἱμερόεις ἅτε κοῦρος ἔχων ἀχάρακτον ὑπήνην,
αὐχένι κόσμον ἔχων χρυσήλατον: ἀμφὶ δὲ κόρσην
στέμματος ἀστράπτοντος ἔην αὐτόσσυτος αἴγλη
λυχνίδος ἀσβέστοιο, καὶ ἔγχλοα νῶτα μαράγδου,
125καὶ λίθος Ἰνδῴη χαροπῆς ἀμάρυγμα θαλάσσης:
καὶ χροῒ δύσατο πέπλα φαάντερα κυκλάδος Ἠοῦς
ἄρτι χαρασσομένης, Τυρίῃ πεπαλαγμένα κόχλῳ.
ἵστατο δ᾽ αἰγιαλοῖο παρ᾽ ὀφρύσιν, οἷα καὶ αὐτὸς
ὁλκάδος ἱμείρων ἐπιβήμεναι. οἱ δὲ θορόντες
130φαιδρὸν ἐληίσσαντο δολοπλόκον υἷα Θυώνης
καὶ κτεάνων γύμνωσαν: ὑποτροχόωσα δὲ σειρὴ
χερσὶν ὀπισθοτόνοισιν ἐμιτρώθη Διονύσου.
καὶ νέος ἐξαπίνης μέγας ἔπλετο θέσπιδι μορφῇ
ἀνδροφυὴς κερόεις ὑψούμενος ἄχρις Ὀλὺμπου,
135νύσσων ἠερίων νεφέων σκέπας: εὐκελάδῳ δὲ [p. 330]
ὡς στρατὸς ἐννεάχιλος ἐῷ μυκήσατο λαιμῷ.
μηκεδανοὶ δὲ κάλωες ἐχιδναῖοι πέλον ὁλκοί,
ἔμπνοα μορφωθέντες ἐς ἀγκύλα νῶτα δρακόντων:
καὶ πρότονοι σύριζον: ὑπηνέμιος δὲ κεράστης
140ὁλκαίαις ἑλίκεσσιν ἀνέδραμεν εἰς κέρας ἱστοῦ:
καὶ χλοεροῖς πετάλοισι κατάσκιος ἠέρι γείτων
ἱστὸς ἔην κυπάρισσος ὑπέρτατος: ὲν δὲ μεσόδμῃ
κισσὸς ἀερσιπότητος ἀνήιεν αἰθέρι γείτων,
σειρὴν αὐτοέλικτον ἐπιπλέξας κυπαρίσσῳ:
145ἀμφὶ δὲ πηδαλίοισιν ὑπερκύψασα θαλάσσης
Βακχιὰς ἀμπελόεντι κάμαξ ἐβαρύνετο καρπῷ:
πρύμνης δ᾽ ἡδυπότοιο βαρυνομένης Διονύσου
οἶνον ἀναβλύζουσα μέθης βακχεύετο πηγή.
ἀμφὶ δὲ σέλματα πάντα διὰ πρώρης ἀνιόντες
150θῆρες ἀεξήθησαν: ἐμυκήσαντο δὲ ταῦροι,
καὶ βλοσυρὸν κελάδημα λέων βρυχήσατο λαιμῷ.
Τυρσηνοὶ δ᾽ ἰάχησαν, ἐβακχεύοντο δὲ λύσσῃ
εἰς φόβον οἰστρηθέντες. ἀεξιφύτοιο δὲ πόντου
ἄνθεα κυματόεντες ἀπέπτυον ὕδατος ὁλκοί:
155καὶ ῥόδον ἐβλάστησε, καὶ ὑψόθεν, ὡς ἐνὶ κήπῳ,
ἀφροτόκοι κενεῶνες ἐφοινίσσοντο θαλάσσης,
καὶ κρίνον ἐν ῥοθίοις ἀμαρύσσετο. δερκομένων δὲ
ψευδομένους λειμῶνας ἐβακχεύθησαν ὀπωπαί,
καί σφιν ὄρος βαθύδενδρον ἐφαίνετο καὶ νομὸς ὕλης
160καὶ χορὸς ἀγρονόμων καὶ πώεα μηλοβοτήρων,
καὶ κτύπον ὠίσαντο λιγυφθόγγοιο νομῆος
ποιμενίῃ σύριγγι μελιζομένοιο νοῆσαι,
καὶ λιγυρῶν ἀίοντες ἐυτρήτων μέλος αὐλῶν
μεσσατίου πλώοντες ἀτέρμονος ὑψόθι πόντου
165γαῖαν ἰδεῖν ἐδόκησαν: ἀμερσινόῳ δ᾽ ὑπὸ λύσσῃ
εἰς βυθὸν ἀίσσοντες ἐπωρχήσαντο γαλήνῃ, [p. 332]
ποντοπόροι δελφῖνες: ἀμειβομένου δὲ προσώπου
εἰς φύσιν ἰχθυόεσσαν ἐμορφώθη γένος ἀνδρῶν.
καὶ σύ, τέος, δολόεντα χόλον πεφύλαξο Λυαίου.
170ἀλλ᾽ ἐρέεις: μεθέπω δέμας ἄλκιμον, ἀμφιέπω δὲ
φρικτὸν ὀδοντοφύτων αὐτόσπορον αἷμα Γιγάντων.᾿
δαιμονίην φύγε χεῖρα Γιγαντοφόνου Διονύσου,
ὅς ποτε Τυρσηνοῖο παρὰ κρηπῖδα Πελώρου
Ἄλπον ἀπηλοίησε, θεημάχον υἱὸν Ἀρούρης,
175μαρνάμενον σκοπέλοισι καὶ αἰχμάζοντα κολώναις:
μαινομένου δὲ Γίγαντος ὑποπτήσσων στίχα λαιμῶν
οὐ τότε κεῖνο κάρηνον ὁδοιπόρος ἔστιχε πέτρης:
εἰ δέ τις ἀγνώσσων ἀβάτῳ πεφόρητο κελεύθῳ
μαστίζων θρασὺν ἵππον, ὑπὲρ σκοπέλοιο νοήσας
180χερσὶ πολυσπερέεσσι περίπλοκον υἱὸς Ἀρούρης
ἡνίοχον καὶ πῶλον ἑῷ τυμβεύσατο λαιμῷ.
πολλάκι δ᾽ εὐδένδροιο δι᾽ οὔρεος εἰς νομὸν ἕλκων
μῆλα μεσημβρίζοντα γέρων δαιτρεύετο ποιμήν.
οὐ τότε δ᾽ αἰπολίοισι παρήμενος παρὰ μάνδραις
185συμφερτοῖς δονάκεσσι μελίζετο μουσοπόλος Πάν,
οὐ κτύπου ὑστερόφωνος ἀμείβετο πηκτίδος Ἠχώ:
ἀλλά, λάλον περ ἐοῦσαν, ἐθήμονι σύνθροον αὐλῷ
Πανὸς ἀσιγήτοιο κατεσφρηγίσσατο σιγή,
ὅττι Γίγας τότε πᾶσιν ἐπέχραεν: οὐ τότε βούτης,
190οὐ χορὸς ὑλοτόμων τις ὁμήλικας ἤκαχε Νύμφας
τέμνων νήια δοῦρα, καὶ οὐ σοφὸς ὁλκάδα τέκτων
δουροπαγὲς γόμφωσεν ὁδοιπόρον ἄρμα θαλάσσης,
εἰσόκε κεῖνα κάρηνα παρέστιχε Βάκχος ὁδεύων,
σείων Εὔια θύρσα: παρερχομένῳ δὲ Λυαίῳ
195ὑψινεφὴς περίμετρος ἐπέχραεν υἱὸς Ἀρούρης,
ἀσπίδα πετρήεσσαν ἑοῖς ὤμοισιν ἀείρων: [p. 334]
καὶ σκόπελον βέλος εἶχεν, ἐπεσκίρτησε δὲ Βάκχῳ
γείτονα δενδρήεσσαν ἔχων ὑψίδρομον αἰχμήν,
πίτυν πλατάνιστον ἀκοντίζων Διονύσῳ.
200ὡς ῥόπαλον πίτυν εἶχε, καὶ ὡς θοὸν ἄορ ἑλίσσων
πρυμνόθεν αὐτόρριζον ἐκούφισε θάμνον ἐλαίης.
ἀλλ᾽ ὅτε τηλεβόλους ὀρέων ἐκένωσε κολώνας,
καὶ σκιερῆς βαθύδενδρος ἐγυμνώθη ῥάχις ὕλης,
θυρσομανὴς τότε Βάκχος ἐὸν βέλος ἠθάδι ῥοίζῳ
205εἰς σκοπὸν ἠκόντιζε, καὶ ἠλιβάτου τύχεν Ἄλπου
εἰς πλατὺν ἀνθερεῶνα, κατ᾽ ἀσφαράγοιο δὲ μέσσου
ὀξυτενὴς χλοάουσα διέσσυτο Βακχιὰς αἰχμή:
ἔνθα Γίγας ὀλίγῳ τετορημένος ὀξέι θύρσῳ
ἡμιθανὴς κεκύλιστο καὶ ἔμπεσε γείτονι πόντῳ,
210πλησάμενος βαθύκολπον ὅλον κενεῶνα θαλάσσης:
ὑψώσας δὲ ῥέεθρα Τυφαονίης διὰ πέτρης
θερμὰ κασιγνήτοιο κατέκλυσε νῶτα χαμευνῆς,
ἔμπυρον ὑδατόεντι καταψύχων δέμας ὁλκῷ.
ἀλλά, τέκος, πεφύλαξο, μή εἴκελα καὶ σὺ νοήσῃς,
215Τυρσηνῶν ἄτε παῖδες, ἄτε θρασὺς υἱὸς Ἀρούρης.’


εἶπε καὶ οὐ παρέπεισεν: ἀταρβήτῳ δὲ πεδίλῳ
εἰς ὄρος ὑψικάρηνον ὁμόσσυτος ἤιε Κάδμῳ,
ὄφρα χοροῦ ψαύσειε. σιδηροφόροις δὲ μαχηταῖς
ἀσπίδα κουφίζων κορυθαιόλος ἴαχε Πενθεύς:


220Δμῶες ἐμοί, στείχοντες ἐν ἄστεϊ καὶ μέσον ὕλης
ἄξατέ μοι βαρύδεσμον ἀνάλκιδα τοῦτον ἀλήτην,
ὄφρα τυπεὶς Πενθῆος ἀμοιβαίῃσιν ἱμάσθλαις
μηκέτι φαρμακόεντι ποτῷ θέλξειε γυναῖκας,
ἀλλὰ γόνυ κλίνειεν: ἀπὸ σκοπέλων δὲ καὶ αὐτὴν
225μητέρα βακχευθεῖσαν ἐμὴν φιλότεκνον Ἀγαύην
φοιτάδος ἀγρύπνοιο μεταστήσασθε χορείης, [p. 336]
λυσσαλέης ἐρύσαντες ἀνάμπυκα βότρυν ἐθείρης.’


ὥς φαμένου Πενθῆος ὀπάονες ὠκέι ταρσῷ
ἔδραμον ὑψικόμοιο δυσέμβατον εἰς ῥάχιν ὕλης
230ἴχνια μαστεύοντες ὀριπλανέος Διονύσου.
καὶ μόγις ἀθρήσαντες ἐρημάδος ἀγχόθι πέτρης
θυρσομανῆ Διόνυσον ἐπερρώσαντο μαχηταὶ:
καὶ παλάμαις Βρομίοιο πέριξ ἔσφιγξαν ἱμάντας,
δεσμὰ βαλεῖν ἐθέλοντες ἀνικήτῳ Διονύσῳ:
235ἀλλ᾽ μὲν ἦεν ἄφαντος, ἑῷ πτερόεντι πεδίλῳ
ἀίξας ἀκίχητος, ἐν ἀφθόγγῳ δὲ σιωπῇ
δαιμονίῃ θεράποντες ἐδουλώθησαν ἀνάγκῃ,
μῆνιν ἀλυσκάζοντες ἀθηήτοιο Λυαίου
ταρβαλέοι. καὶ Βάκχος ὁμοίιος ἀσπιδιώτῃ
240ἄζυγα ταῦρον ἔχων ἐδράξατο χειρὶ κεραίης,
ὡς θεράπων Πενθῆος ἀπειλείων Διονύσῳ
ψευδομένῳ κερόεντι, καὶ ὡς κοτέοντι προσώπῳ
Πενθέος ἐγγὺς ἵκανε μεμηνότος, ἑζομένου δὲ
λυσσαλέου βασιλῆος ἀγήνορα κόμπον ἀθύρων
245φρικαλέην ἀγέλαστος ἐπίκλοπον ἴαχε φωνήν:


Οὗτος ἀνήρ, σκηπτοῦχε, τεὴν οἴστρησεν Ἀγαύην:
οὗτος ἀνὴρ ἐθέλει βασιληίδα Πενθέος ἕδρην:
ἀλλὰ λαβὼν κερόεντα δολόφρονα Βάκχον ἀλήτην
δῆσον ἀλυκτοπέδῃσι τεῶν μνηστῆρα θοώκων,
250καὶ κεφαλήν πεφύλαξο βοοκραίρου Διονύσου,
μή σε λαβὼν πλήξειε τανυγλώχινι κεραίῃ.’


ὣς φαμένου Βρομίοιο κατάσχετος ἔμφρονι λύσσῃ
μῦθον ἀπειλητῆρα θεημάχος ἴαχε Πενθεύς:


Δήσατε, δήσατε τοῦτον, ἐμῶν συλήτορα θώκων:
255οὗτος ἐμοῖς σκήπτροισι κορύσσεται, οὗτος ἱκάνει
Καδμείην ἐθέλων Σεμέλης πατρώιον ἕδρην.
καλὸν ἐμοὶ Διόνυσον, ὄν ἤροσε λάθριος εὐνή, [p. 338]
ἀνδροφυῆ τινα ταῦρον ἔχειν ξυνήονα τιμῆς,
βουκεράῳ νόθον εἶδος ἐπαυγάζοντα μετώπῳ,
260ὅν μετὰ Πασιφάην Σεμέλη τάχα γείνατο ταύρῳ,
βοσκομένῳ κερόεντι συναπτομένη παρακοίτη.’


εἶπε καὶ ἀγραύλοιο πόδας ταύροιο πιέζων
σφίγξεν ἀλυκτοπέδῃσι λαβὼν δέ μιν ἀντὶ Λυαίου
ἤγαγεν ἱππείης πεπεδημένον ἐγγύθι φάτνης,
265ὡς Σεμέλης θρασὺν υἷα καί τινα ταῦρον ἐέργων
Βασσαρίδων δὲ φάλαγγα περίπλοκον ἅμματι χειρῶν
δέσμιον εὐρώεντι κατεσφρήγισσε μελάθρῳ,
εἰς γλαφυρόν τινα κοῖλον ἀτερπέος οἶκον ἀνάγκης,
Κιμμερίων μίμημα δυσέκβατον, ἄμμορον Ἠοῦς,
270ἀμφιπόλους Βρομίου θιασώδεας, ὥν ὑπὸ δεσμῷ
θλιβομέναις παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες,
χαλκείη δὲ πόδεσσιν ἐπεσφρηγίζετο σειρή.


ἀλλὰ ταχυστροφάλιγγος ὅτε δρόμος ἦλθε χορείης,
μαινάδες ὠρχήσαντο: θυελλήεσσα δὲ Βάκχη
275ἄστατα δινηθεῖσα ποδῶν βητάρμονι παλμῷ
ἀρραγέων ἀνέκοπτε παλίλλυτον ὁλκόν ἱμάντων,
καὶ παλάμαις κροτάλιζεν ἐλεύθερον Εὔιον ἠχὼ
εὐρύθμοις πατάγοισιν: ὑπὸ στροφάλιγγι δὲ ταρσῶν
χαλκοβαρὴς σφριγόωσα ποδῶν ἐσχίζετο σειρή.
280καὶ δόμον ἀχλυόεντα θεόσσυτος ἔστεφεν αἴγλη
Βασσαρίδων ζοφεροῖο καταστάζουσα μελάθρου:
καὶ σκοτίου πυλεῶνες ἀνεπτύσσοντο βερέθρου
αὐτόματοι: τρομερῷ δὲ τεθηπότες ἅλματι ταρσῶν
Βασσαρίδων βρύχημα καὶ ἄγριον ἀφρὸν ὀδόντων
285εἰς φόβον ἠπείγοντο φυλάκτορες. αἱ δὲ φυγοῦσαι
νόστιμον ἴχνος ἔκαμψαν ἐρημάδος εἰς ῥάχιν ὕλης,
ὧν μὲν βοέην ἀγέλην δαιτρεύσατο θύρσῳ 1
ῥινοτόρῳ, καὶ χεῖρας ἑὰς ἐμιήνατο λύθρῳ [p. 340]
ταυρείην ὀνύχεσσι διασχίζουσα καλύπτρην
290τρηχαλέην, ἑτέρη δὲ δαφοινήεντι κορύμβῳ
εἰροπόκων ἄρρηκτα διέτμαγε πώεα μήλων,
ἄλλη δ᾽ αἶγας ἔπεφνεν: ἐφοινίσσοντο δὲ λύθρου
αἱμαλέαις λιβάδεσσι δαϊζομένης ἀπὸ ποίμνης.
ἄλλη δὲ τριέτηρον ἀφαρπάξασα τοκῆος
295ἄτρομον ἀστυφέλικτον ἀδέσμιον ὑψόθεν ὤμων
ἵστατο κουφίζουσα μεμηλότα παῖδα θυέλλαις,
ἑζόμενον γελόωντα καὶ οὐ πίπτοντα κονίῃ:
καί γλάγος ᾔτεε κοῦρος, ἑὴν ἄτε μητέρα, Βάκχην,
στήθεα δ᾽ ἀμφαφάασκεν: ἀνυμφεύτοιο δὲ κούρης
300αὐτομάτην γλαγόεσσαν ἀνέβλυον ἰκμάδα μαζοί.
παιδὶ δὲ πειναλέῳ λασίους πετάσασα χιτῶνας
χείλεσι νηπιάχοισι νεόρρυτον ὤρεγε θηλήν,
παρθενικὴ δ᾽ ἐκόρεσσεν ἀήθεϊ κοῦρον ἐέρσῃ:
πολλαὶ δ᾽ ἀρτιτόκοιο μετοχλισθέντα τεκούσης
305τέκνα δασυστέρνοιο τιθηνήσαντο λεαίνης.
ἄλλη δίψιον οὖδας ἐπέκτυπεν ὀξέι θύρσῳ
ἄκρον ὄρος πλήξασα νεοσχιδές: αὐτοτελῆ δὲ
οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,
λειβομένου δὲ γάλακτος ἀρασσομένης ἀπὸ πέτρης
310πίδακες αὐτοχύτοισιν ἐλευκαίνοντο ῥεέθροις.
ἄλλη ῥῖψε δράκοντα κατὰ δρυός: ἀμφί δὲ δένδρῳ
σπεῖραν ὄφις κύκλωσε, καὶ ἔπλετο κισσὸς ἀλήτης
πρέμνον ἑλισσομένῳ σκολιῷ μιτρούμενος ὁλκῷ,
ἀμφελελιζομένων μιμούμενος ἄμμα δρακόντων.
315καὶ Σάτυρος πεφόρητο σεσηρότα θῆρα κομίζων
τίγριν ἀπειλητῆρα καθήμενον ὑψόθι νώτου,
ἄγριον ἦθος ἔχοντα καὶ οὐ ψαύοντα φορῆος:
καὶ συὸς ἄκρα γένεια γέρων Σειληνὸς ἐρύσσας
κάρχαρον ἠκόντιζεν ἐς ἠέρα κάπρον ἀθύρων:
320ἄλλος ἀελλήεντι ποδῶν ἐπιβήτορι παλμῷ [p. 342]
εἰς λοφιὴν ἀκίχητος ἐπῃώρητο καμήλου:
καί τις ὑπὲρ νώτοιο θορὼν ἐποχήσατο ταύρῳ.


καὶ τὰ μὲν ἐν σκοπέλοισι: λυροδμήτῳ δ᾽ ἐνί Θήβῃ
θαύματα ποικίλα Βάκχος ἐδείκνυε πᾶσι πολίταις:
325καὶ σφαλεροῖσι πόδεσσιν ἐβακχεύοντο γυναῖκες ...
χείλεσιν ἀφροκόμοισιν: ὅλη δ᾽ ἐλελίζετο Θήβη,
καὶ φλογεροὺς σπινθῆρας ἀπηκόντιζον ἀγυιαί:
σείετο πάντα θέμεθλα, καὶ ὡς βοέων ἀπὸ λαιμῶν
ἀκλινέες πυλεῶνες ἐμυκήσαντο μελάθρων:
330καὶ δόμος ἀστυφέλικτος ἀναβρομέεσκε κυδοιμῷ
λαϊνέῃ σάλπιγγι χέων αὐτόσσυτον ἠχώ.


οὐδὲ χόλου Διόνυσος ἐπαύσατο: δαιμονίην δὲ
φθογγὴν ἠερόφοιτον ἐς ἑπταπόρων ἴτυν ἄστρων,
λυσσήεις ἅτε ταῦρος, ἑῷ μυκήσατο λαιμῷ:
335καὶ κλονέων Πενθῆα μεμηνότα μάρτυρι πυρσῷ
μαρμαρυγῆς ἔπλησεν ὅλον δόμον: ἀμφί δὲ τοίχους
ἀντιπόρους σελάγιζε πολυσχιδὲς ἁλλόμενον πῦρ
δαιομένῳ σπινθῆρι κατάσσυτον, ἀμφὶ δὲ πέπλοις
πορφυρέοις καὶ στέρνον ἁλιχλαίνου βασιλῆος
340πυρσὸς ἕλιξ πεφόρητο, καί οὐκ ἔφλεξε χιτῶνας:
κεκριμέναις δ᾽ ἀκτῖσιν ἀποσπάδες ἅλματι θερμῷ
ἐκ ποδὸς εἰς μέσα νῶτα, δι᾽ ἰξύος εἰς ῥάχιν ἄκρην
Πενθέος ἀμφὶ τένοντα μετήλυδες ἔτρεχον αὐγαί:
πολλάκι δ᾽ αὐτοπόροιο πυρὸς βητάρμονι παλμῷ
345γηγενέος βασιλῆος ἐυστρώτων ἐπὶ λέκτρων
ἀφλεγέας σπινθῆρας ἀπέπτυε θέσκελος αἴγλη.
καί σέλας αὐτοέλικτον ἰδὼν βρυχήσατο Πενθεύς,
κέκλετο δὲ δμώεσσιν ἄγειν ἀλκτήριον ὕδωρ,
ὄφρα κατασβέσσωσιν ἀναπτομένην φλόγα πυρσοῦ
350δῶμα περιρραίνοντες ἀλεξικάκοισι ῥεέθροις:
καὶ γλαφυρῶν γυάλων ἐφάνη γυμνούμενον ὕδωρ,
καί, μεγάλη περ ἐοῦσα, ῥόον τερσαίνετο πηγὴ [p. 344]
ἄγγεσι νηρίθμοισιν ἀφυσσομένου ποταμοῖο.
καὶ πόνος ἀχρήιστος ἔην καὶ ἐτώσιον ὕδωρ.
355καὶ διεραῖς λιβάδεσσιν ἀέξετο βαλλόμενον πῦρ
θερμοτέραις ἀκτῖσι: καὶ ὡς πολίων ἀπὸ ταύρων
μυκηθμοῦ κελάδοντος ὑπωροφίη πέλεν ἠχώ,
βροντᾶς δ̔ ἐνδομύχοισιν ἐπέκτυπε Πενθέος αὐλή.

1 (??)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: