previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἧχι τριηκοστὸν πέλεν ἕβδομον, εἵνεκα νίκης
ἀνδράσιν ἀθλοφόροις ἐπιτύμβιοί εἰσιω ἀγῶνες.


ὣς οἱ μὲν φιλότητι μεμηλότες ἔμφρονες Ἰνδοί,
Βακχείην ἀνέμοισιν ἐπιτρέψαντες Ἐνυώ,
ὄμμασιν ἀκλαύτοισιν εταρχύσαντο θανόντας,
οἷα βίου βροτέου γαιήια δεσμὰ φυγόντας
5ψυχῆς πεμπομένης, ὅθεν ἤλυθε, κυκλάδι σειρῇ
νύσσαν ἐς ἀρχαίην: στρατιὴ δ᾽ ἀμπαύετο Βάκχου.


καὶ φιλίην Διόνυσος ἰδὼν πολέμοιο γαλήνην
πρώιος ἡμιόνους καὶ ὁμήλυδας ἄνδρας ἐπείγων
ἀζαλέην ἐκέλευσεν ἄγειν ὀρεσίτροφον ὕλην,
10ὄφρα πυρὶ φλέξειεν ὀλωλότα νεκρὸν Ὀφέλτην.


τῶν μὲν ἔην προκέλευθος ἔσω πιτυώδεος ὕλης
Φαῦνος ἐρημονόμῳ μεμελημένος ἠθάδι λόχμῃ,
μητρὸς ὀρεστιάδος δεδαημένος ἔνδια Κίρκης.
καὶ δρυτόμῳ στοιχηδὸν ἐτέμνετο δένδρα σιδήρῳ:
15πολλὴ μὲν πτελέη τανυήκεϊ τάμνετο χαλκῷ, [p. 38]
πολλὴ δ᾽ ὑψιπέτηλος ἐπέκτυπε κοπτομένη δρῦς,
καὶ πολλὴ τετάνυστο πίτυς, καὶ ἐκέκλιτο πεύκη
αὐχμηροῖς πετάλοισι: πολυσπερέων δ᾽ ἀπὸ δένδρων
τεμνομένων κατὰ βαιὸν ἐγυμνώθησαν ἐρίπναι:
20καί τις Ἁμαδρυάδων μετανάστιος ἔστιχε Νύμφη,
πηγαίῃ δ᾽ ἀκίχητος ἀήθεϊ μίγνυτο κούρῃ.


καὶ πολὺς ἐρχομένοισιν ὀρίδρομος ἤιεν ἀνήρ,
οὔρεος οἶμον ἔχων ἑτερότροπον: ἦν δὲ νοῆσαι
ὑψιφανῆ προβλῆτα κατήλυδα λοξὸν ὁδίτην
25ποσσὶ πολυπλανέεσσιν: ἐυπλέκτοιο δὲ σειρῆς
πυκνὰ περισφίγξαντες ἀρηρότι δούρατα δεσμῷ
οὐρήων ἐπέθηκαν ὑπὲρ ῥάχιν: ἐσσυμένων δὲ
ἡμιόνων στοιχηδὸν ὀρίδρομος ἔκτυπεν ὁπλὴ
σπερχομένων, καὶ νῶτα πολυψαμάθοιο κονίης
30συρομένων κατόπισθε φυτῶν ἐβαρύνετο φόρτῳ.
καὶ Σάτυροι καὶ Πᾶνες ἐποίπνυον, ὧν μὲν αὐτῶν
ὑλοτόμοις... παλάμῃσιν ἀμοιβαίων ἀπὸ δένδρων...
φιτροὺς ἀκαμάτοισιν ἐλαφρίζοντες ἀγοστοῖς
ποσσὶ φιλοσκάρθμοισιν ἐπεκροτάλιζον ἐρίπνῃ:
35καὶ τὰ μὲν ὑλονόμοι χθονὶ κάτθεσαν, ἧχι τελέσσαι
Εὔιος ἐν δαπέδῳ σημήνατο τύμβον Ὀφέλτῃ.


καὶ πολὺς ἑσμὸς ἔην ἑτερόπτολις: ἀμφὶ δὲ νεκρῷ
πενθαλέην πλοκαμῖδα κατηφει τάμνε σιδήρῳ:
ἀμφὶ δέ μιν στενάχοντες ἐπέρρεον ἄλλος ἐπ᾽ ἄλλῳ,
40νεκρὸν ἀμοιβαίῃσιν ὅλον σκιόωντες ἐθείραις.
καὶ νέκυν ἔστενε Βάκχος ἀπενθήτοιο προσώπου
ὄμμασιν ἀκλαύτοισιν, ἀκερσικόμου δὲ καρήνου
πλοχμὸν ἕνα τηήξας ἐπεθήκατο δῶρον Ὀφέλτῃ.


ποίησαν δὲ πυρὴν ἑκατόμπεδον ἔνθα καὶ ἔνθα
45Ἰδαῖοι θεράποντες ὀριτρεφέος Διονύσου:
ἐν δὲ πυρῇ μεσάτῃ στόρεσαν νέκυν. ἀμφὶ δἐ νεκρῷ [p. 40]
Ἀστέριος Δικταῖος ἐπήορον ἆορ ἐρύσσας
Ἰνδοὺς κυανέους δυοκαίδεκα δειροτομήσας
θῆκεν ἄγων στεφανηδὸν ἐπασσντέρῳ τινὶ κόσμῳ:
50ἐν δ᾽ ἐτίθει μέλιτος καὶ ἀλείφατος ἀμφιφορῆας.
καὶ πολέες σφάζοντο βόες καὶ πώεα ποίμνης
πρόσθε πυρῆς: κταμένων δὲ βοῶν ἐπενήνεε νεκρῷ
σώματα κυκλωθέντα καὶ ἀρτιτόμων στίχας ἵππων,
ὧν ἄπο δημὸν ἅπαντα λαβὼν στοιχηδὸν ἑκάστου,
55ἀμφὶ νέκυν στορέσας, κυκλώσατο πίονα μίτρην.


ἔνθα πυρὸς χρέος ἔσκε: φιλοσκοπέλοιο δὲ Κίρκης
Φαῦνος ἐρημονόμος, Τυρσηνίδος ἀστὸς ἀρούρης,
ὡς πάις ἀγροτέρης δεδαημένος ἔργα τεκούσης,
πυροστόκους λάιγγας, ὀρειάδος ὄργανα τέχνης,
60ἤγαηεν ἐκ σκοπέλοιο, καί, ὁππόθι σήματα Νίκης
ἠερόθεν πίπτοντες ἐπιστώσαντο κεραυνοί,
λείψανα θεσπεσίου πυρὸς ἤγαγεν, ὥς κεν ἀνάψῃ
πυρκαϊὴν φθιμένοιο: Διοβλήτῳ δὲ θεείῳ
ἀμφοτέρων ἔχρισε λίθων κενεῶνας ἀλείψας
65πυρσοτόκων: καὶ λεπτὸν Ἐρυθραίοιο κορύμβου
κάρφος ἀποξύσας διδυμάονι μίγνυε πέτρῳ:
τρίβων δ᾽ ἔνθα καὶ ἔνθα καὶ ἄρσενι θῆλυν ἀράσσων
ἔγκρυφον αὐτολόχευτον ἀνείρυε λαΐνεον πῦρ,
πυρκαϊῇ δ᾽ ὑπέθηκεν, ὅπῃ πέλεν ἀγριὰς ὕλη.


70οὐ δὲ πυρὴν φθιμένου περιδέδρομεν ἁπτόμενον πῦρ,
ἀλλὰ θεὸς Φαέθοντος ἐναντίον ὄμμα τανύσσας
ἀγχιφανὴς ἐκάλεσσεν Ἑώιον Εὖρον ἀήτην,
πυρκαϊῆς ἐπίκουρον ἄγειν ἀντίπνοον αὔρην.
καὶ Βρομίου καλέοντος Ἑωοδόρος ἔκλυε γείτων [p. 42]
75ἱκεσίης, καὶ γνωτὸν ἑὸν προίηκε Λυαίῳ,
ἄσθματι πυκνοτέρῳ φλογοειδέα πυρσὸν ἀνάπτειν.


καὶ θάλαμον ῥοδόεντα λιπὼν μητρώιον Ἠοῦς
πυρκαϊὴν φλογόεσσαν ἀνερρίπιζεν ἀήτης
πάννυχος, αἰθύσσων ἀνεμοτρεφὲς ἁλλόμενον πῦρ:
80καὶ σέλας ἠκόντιζον ἐς ὴέρα θυιάδες αὖαι,
γείτονες Ἠελίοιο. σὺν ἀχνυμένῳ δὲ Λυαίῳ


Ἀστέριος Δικταῖος, ὁμόγνιον αἷμα κομίς2ων,
Κνώσσιον ἀμφικύπελλον ἔχων δέπας ἡδέος οἴνου
εὐόδμου, δαπέδοιο χυτὴν ἐμέθυσσε κονίην,
85ψυχὴν ἠνεμόφοιτον Ἀρεστορίδαο γεραίρων.


Ἀλλ᾽ ὅτε δὴ δροσεριῖο προάγγελος ἅρματος Ἠοῦς
ὄρθρος ἐρευθιόων ἀμαρύσσετο νύκτα χαράσσων,
δὴ τότε πάντες ὄρουσαν, ἀμοιβαίνῳ δὲ κυπίλλῳ
πυρκαϊὴν ἑτάροιο κατέαβεσαν ἰκμάδι Βάκχου.
90καὶ βαλίαις πτερύγεσσιν ἐχάζετο θερμὸς ἀήτης
εἰς δόμον Ἠελίοιο φαεσφόρον. Ἀστέριος δὲ
ὀστέα συλλέξας κεκαλυμμένα δίπλακι δημῷ
εἰς χρυσέην φιάλην κατεθήκατο λείψανα νεκροῦ.
καὶ τροχαλοὶ Κκορύβαντες, ἐπεὶ λάχον ἔνδιον Ἴδης,
νεκροὸν ἐταρχύσαωτο, μιῆς οἰκήτορα πάτρης,
Κρήτης γνήσιον αἷμα, βαθυνομένων δὲ θεμέθλων
τύμβον ἐτορνώσαωτο πεδοσκαφέος διὰ κόλπου:
καὶ κόνιν ὀθνείην πυμάτην ἐτέχευαν Ὀφέλτῃ,
καὶ τάφον αἰπυτέροισιν ἀνεστήσαντο δομαίοις,
100τοῖον ἐπιγράψαντες ἔπος νεοπενθέι τύμβῳ:
νεκρός Ἀρεστορίδης μινυώριος ἐνθάδε κεῖται,
Κνώσσιος, Ἰνδοφόνος, Βρομίου συνάεθλος, Ὀφέλτης.’
καὶ θεὸς ἀμπελόεις ἐπιτύμβια δῶρα κομίζων [p. 44]
αὐτόθι λαὸν ἔρυκε, καὶ ἵζανεν εὐρὺν ἀγῶνα,
105τέρμα δρόμου τελέσας ἱππήλατον: ἐν δαπέδῳ δέ
ὀργυίης ἰσόμετρος ἔην λίθος εὐρέι μέτρῳ,
ἡμιτόμου κύκλοιο φέρων τύπον, εἰκόνα μήνης,
ἀντιτύποις λαγόνεσσιν ἐύξοος, οἷον ὑφαίνων
ἐργοπόνοις παλάμῃσι γέρων τορνώσατο τέκτων,
110ἔνθεον ἀσκῆσαι ποθέων βρέτας: ὃν τότε γαίῃ
κουφίζων παλάμῃσι πέλωρ ἱδρύσατο Κύκλωψ
νύσσης λαϊνέης ἀντίρροπν, ἶσον ἐκείνῳ
ἀντόπορον λίθον ἄλλον ὁμόζυγον ἐν χθονἰ πήξας.
ποικίλα δ᾽ ἦεν ἄεθλα, λέβης, τρίπος, ἀσπίδες, ἵπποι,
115ἄργυρος, Ἰνδὰ μέταλλα, βόες, Πακτώλιος ἰλύς.


καὶ θεὸς ἱππήεσσιν ἀέθλια θήκατο νίκης:
πρώτῳ μὲν θέτο τόξον Ἀμαζονίην τε φαρέτρην
καὶ σάκος ἡμιτέλεστον Ἀρηιφίλην τε γυναῖκα,
τήν ποτε Θερμώδοντος ὑπ᾽ ὀφρύσι πεζὸς ὁδεύων
120λουομένην ζώγρησε, καὶ ἤγαγεν εἰς πόλιν Ἰνδῶν:
δευτέρῳ ἵππον ἔθηκε Βορειάδι σύνδρομον αὔρῃ,
ξανθοφυῆ, δολιχῇσι κατάσκιον αὐχένα χαίταις,
ἡμιτελὲς κυέουσαν ἔτι βρέφος, ἧς ἔτι φόρτῳ
ἵππιον ὄγκον ἔχουσα γονῆς οἰδαίνετο γαστηρ:
125καὶ τριτάτῳ θώρηκα, καὶ ἀσπίδα θῆκε τετάρτῳ:
τὸν μὲν ἀριστοπόνος τεχνήσατο Λήμνιος ἄκμων
ἀσκήσας χρυσέῳ δαιδάλματι, τῆς δ᾽ ἐνὶ μέσσῳ
ὀμφαλὸς ἀργυρέῳ τροχόεις ποικίλλετο κόσμῳ:
πέμπτῳ δοιὰ τὰλαντα, γέρας Πακτωλίδος ὄχθης.
130ὀρθωθεὶς δ᾽ ἀγόρευεν ἐπισπέρχων ἐλατῆρας:


φίλοι, οὓς ἐδίδαξεν Ἄρης πολίπορθον Ἐνυώ,
οἷς δρόμον ἱπποδύνης δωρήσατο κυανοχαίτης,
οὐ μὲν ἐγώ καμάτων ἀδαήμονας ἄνδρας ἐπείγω,
ἀλλὰ πόνοις βριαροῖσιν ἐθήμονας: ἡμέτεροι γὰρ
135παντοίαις ἀρετῇσι μεμηλότες εἰσὶ μαχηταί: [p. 46]
εἰ γὰρ ἀπὸ Τμώλοιο γένος λάχε Λύδιος ἀνήρ,
ἱππείης τελέσει Πελοπηίδος ἄξια νίκης:
εἰ δὲ πέδον Πισαῖον ἔχει μαιήιον ἵππων
Ἤλιδος εὐδίφροιο καὶ Οἰνομαοιο πολίτης,
140οἶδεν Ὀλυμπιάδος κοτινηφόρον ὄζον ἐλαίης:
ἀλλ᾽ οὐκ Οἰνομάοιο πέλει δρόμος, οὐκ ἐλατῆρες
ἐνθάδε κέντρον ἔχουσι κακοξείνων ὑμεναίων,
ἀλλ᾽ ἀρετῇς δρόμος οὗτος, ἐλεύοερος ἀφρογενείης:
εἰ πέδον1 Ἀονίης Φωκίδος αἷμα κομίζει,
145Πύθιον Ἀπόλλωνι τετιμένον οἶδεν ὰγῶνα:
εἰ μεθέπει σοφὸν οὖδας ἐλαιοκόμου Μαραθῶνος,
ἔγνω πιαλέης ἐγκύμονα κάλαπιν ἐέρσης:
εἰ πέλεν εὐώδινος Ἀχαιίδος ἀστὸς ἀρούρης,
Πελλήνην δεδάηκεν, ὅπῃ ῥιγηλὸν ἀγῶνα
150ἄνδρες ἀεθλεύουσι φιλοχλαίνου περὶ νίκης,
χειμερίῳ σφίγγοντες ἀθαλπέα γυῖα χιτῶνι:
εἰ ναέτης βλάστησεν ἁλιζώνοιο Κορίνθου,
Ἴσθμιον ἡμετέροιο Παλαίμονος οἶδεν ἀγῶνα.’


ὣς φαμένου σπεύδοντες ἐπέτρεχον ἡγεμονῆες,
155δίφρα περιτροχόωντες ἀμοιβαδίς: ὠκυπόδην δὲ
Ξάνθον ἄγων πρώτιστος ὑπὸ ζυγὰ δῆσεν Ἐρεχθεὺς [p. 48]
ἄρσενα, καὶ θήλειαν ἐπεσφήκωσε Ποδάρκην,
οὓς Βορέης ἔσπειρεν ἐυπτερύγων ἐπὶ λέκτρων
Στθοωίην Ἅρπυιαν ἀελλόπον εἰς γάμον ἕλκων,
160καί σφεας, Ὠρείθυιαν ὅθ᾽ ἥρπασεν Ἀτθίδα νύμφην,
ὤπασεν ἕδνον ἕρς2τος Ἐρεχθέι γαμβρὸς ἀήτης.
δεύτερος Ἀκταίων Ἰσμηνίδα πάλλεν ἱμάσθλην:
καὶ τρίτος ὑγρομέδοντος ἀπόσπορος ἐννοσιγαίου
Σκέλμις ἔην ταχύπωλος, ὃς ἔγραφε πολλάκις ὕδωρ
165πάτριον ἰθύνων Ποσιδήιον ἅρμα θαλάσσης.
τέτρατος ἄνθορε Φαῦνος, ὃς εἰς μέσον ἧλθεν ἀγῶνος
μοῦνος ἔχων τύπον ἶσον ἑῆς γενέταο τεκούσης,


Ἠελίου μίμημα φέρων τετράζυγας ἵππους:
καὶ Σικελῶν ὀχέων ἐπεβήσατο πέμπτος Ἀχάτης,
170οἶστπον ἔχων Πισαῖον ἐλαιοκόμου ποταμοῖο,
ἱπποσύνης ἀκόρητος, ἐπεὶ πέδον ᾤκεε νύμφης
Ἀλοειοῦ δυσέρωτος ὃς εἰς Ἀπέθουσαν ἱκάνει
ἄβροχον ἕδνον ἔρωτος ἄγων στεφανηφόρον ὕδωρ.


καὶ θρασὺν Ἀκταίωνα λαβὼν ἀπάνευθεν ὁμίλου
175παιδὶ πατὴρ σπεύδοντι φίλους ἐπετέλλετο μύθους:


Τέκνον Ἀρισταίοιο περισσονόοιο τοκῆος,
οἶδα μέν, ὅττι φέρεις σθένος ἄριον, ὅττι κομίζεις
σύμφυτον ἠνορέῃ κεκερασμένον ἄνθεμον ἥβης,
πάτριον αἷμα φέρων Φοιβήιον, ἡμέτεραι δὲ
180κρείσσονες ἀίσσουσιν ἐπὶ δρόμον Ἀρκάδες ἵπποι: [p. 50]
ἀλλὰ ματην τάδε πάντα, καὶ οὐ σθένος, οὐ δρόμος ἵππων
νικῆσαι δεδάασιν, ὅσον φρένες ἡνιοχῆος:
μούνης κερδοσύνης ἐπιδεύεαι: ἱπποσύνη γὰρ
χπηίζει πινυτοῖο δαήμονος ἡνιοχῆος.
185ἀλλὰ σὺ πατρὸς ἄκουε, καὶ ἵππια κέρδεα τέχνης,
ὅσσα χρόνῳ δεδάηκα πολύτροπα, καὶ σὲ διδάξω.
σπεῦδε, τέκος, γενετῆρα τεαῖς ἀρετῇσι γεραίρειν:
καὶ δρόμος ἱπποσύνης μεθέπει κλίος, ὅσσον Ἐνυώ:
σπεῦδε καὶ ἐν σταδίοισι μετὰ πτολέμους με γεραίρειν:
190Ἄρεα νικήσας ἑτέρην ὑποδύσεο νίκην,
ὄφρα μετ᾽ αἰχμητῆρα καὶ ἀθλοφόρον σε καλέσσω.
τέκος, ἄξια ῥέξον ὁμογνήτῳ Διονύσῳ,
ἄξια καὶ Φοίβοιο καὶ εὐπαλάμοιο Κυρήνης,
καὶ καμάτους νίκησον Ἀρισταίοιο τοκῆος:
195ἱπποσύνην δ᾽ ἀνάφαινε, φέρων τεχνήμονα νίκην,
κερδαλέην σέο μῆτιν, ἐπεὶ κατὰ μέσσον ἀγῶνος
ἄλλος ἀνὴρ ἀδίδακτος ἀπόσσυτον ἅρμα παρέηκων
πλάζεται ἔνθα καὶ ἔνθα, καὶ ἀντιπόρων δρόμος ἵππων
ἄστατος οὐ μάστιγι βιάζεται, οὐδὲ χαλινῷ
200πείθεται, ἡνίοχος δὲ μετάτροπος ἔκτοθι νύσσης
ἕλκεται, ἧχι φέρουσιν ἀπειθέες ἅρπαγες ἵπποι:
ὃς δέ κε τεχνήεντι δόλῳ μεμελημένος εἴη
ἡνίοχος πολύμητις, ἔχων καὶ ἐηάσσονας ἵππους,
ἰθύνει, προκέλευθον ὀπιπεύων ἐλατῆρα,
205ἐγγὺς ἀεὶ περὶ νύσσαν ἄγων δρόμον, ἅρμα δὲ κάμπτει
ἱππεύων περὶ τέρμα καὶ οὔ ποτε τέρμα χαράσσων.
σκέπτεό μοι καὶ σφίγγε κυβερνητῆρι χαλινῷ
δοχμώσας ὅηον ἵππον ἀπιστεπὸν ἐγγύθι νύσσης, [p. 52]
λοξὸς ἐπὶ πλευρῇσι παρακλιδὸν ἅρμα βαρύνων,
210ἀγχιφανὴς ἄψαυστος ἀναγκαίῳ τινὶ μέτρῳ
σὸν δρόμον ἰθύνων, πεφυλαγμένος, ἄχρι φανείη
πλήμνη ἑλισσομένου σέθεν ἅρματος οἷά περ ἄκρου
τέρματος ἁπτομένη τροχειδέι γείτονι κύκλῳ:
ἀλλὰ λίθον πεφύλαξο, μὴ ἄξονι νύσσαν ἀράξας
215εἰν ἑνὶ δηλήσαιο καὶ ἅρματα καὶ σέθεν ἵππους.
καὶ τεὸν ἔνθα καὶ ἔνθα κατὰ δρόμον ἅρμα νομεύων
ἔσσο κυβερνήτῃ πανομοίιος: ἀμφότερον δέ,
κέντρῳ ἐπισπέρχων, προχέων πλήξιππον ἀπειλήν,
δεξιὸν ἵππον ἔλαυνε, θοώτερον εἰς δρόμον ἕλκων
220ἀθλιβέος μεθέποντα παρειμένα κύκλα χαλινοῦ:
ἔσσο κυβερνήτῃ πανομοίιος ἅρμα νομεύων
εἰς δρόμον ἰθυκέλευθον, ἐπεὶ τεχνήμονι βουλῇ
πηδάλιον δίφροιο πέλει νόος ἡνιοχῆος.’


ὥς εἰπὼν παλίνορσος ἐχάζετο, παῖδα διδάξας
225ἠθάδος ἱπποσύνης ἑτερότροπα κέρδεα τέχνης.


καὶ κυνέης ἔντοσθεν ἐθήμονος ἄλλος ἐπ᾽ ἄλλῳ
τυφλὴν χεῖρα τίταινε φυλασσομένοιο προσώπου,
κλῆρον ἔχειν ἐθέλων ἑτερότροπον, οἷά τις ἀνὴρ
εἰς κύβον ἀλλοπρόσαλλον ἑκηβόλα δάκτυλα πάλλων.
230καὶ λάχον ἡνιοχῆες ἀμοιβαδίς: ἱππομανὴς δὲ
Φαῦνος ἀειδομένης Φαεθοντίδος αἷμα γενέθλης
κλήρῳ πρῶτος ἔην, καὶ δεύτερος ἦεν Ἀχάτης,
τῷ δ᾽ ἐπὶ Δαμναμενῆος ἀδελφεός, ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ
ἔλλαχεν Ἀκταίων: δὲ φέρτατος εἰς δρόμον ἔστη
235ὑστατίου κλήροιο τυχὼν πλήξιππος Ἐρεχθεύς.


καὶ βοέας μάστιγας ἐκούφισαν ἡνιοχῆες,
ἱστάμενοι στοιχηδὸν ἀμοιβαίων ἐπὶ δίφρων.
καὶ σκοπὸς Αἰακὸς ἦεν ἐτήτυμος, ὄφρα νοήσας
καμπτομένους περὶ τέρμα φιλοστεφάνους ἐλατῆρας [p. 54]
240μάρτυς ἀληθείης ἑτερόθροα νείκεα λύσῃ.
ὄμμασιν ἀπλανέεσσι διακρίνων δρόμον ἵππων.


τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος: ἐσσυμένων δὲ
ὃς μὲν ἔην προκέλευθος, δὲ προθέοντα κιχῆσαι
ἤθελεν, ὃς δ᾽ ἐδίωκε μεσαίτατον, ὃς δὲ χαράξαι
245ἀγχιφανὴς μενέαινεν ὀπίστερον ἡνιοχῆα.
καί τις ἐνὶ σταδίοις ἐλατὴρ ἐλατῆρα κιχήσας
ἅρματι δίφρον ἔμιξε, καὶ ἡνία χερσὶ τινάσσων
ἵππους ἀγκυλόδοντι διεπτοίησε χαλινῷ:
ἄλλος ἐπαΐσσοντι συνέμπορος ἡνιοχῆι
250εἰς ἔριν ἀμφήριστον ἰσόρροπον εἶχε πορείην,
δόχμιος ὀκλάζων, τετανυσμένος, ὀρθὸς ἀνάγκῃ,
ἰξύι καμπτομένῃ, καὶ ἑκούσιον ἵππον ἐλαύνων,
φειδομένῃ παλάμῃ τεχνήμονι βαιὸν ἱμάσσων,
ἐντροπαλιζομένης δοχμώσατο κύκλον ὀπωπῆς:
255δίφρον ὀπισθοπόρου πεφυλαγμένος ἡνιοχῆος:
καί νύ κεν ἀίσσοντι ποδῶν ἐπιβήτορι παλμῷ
εἰς τροχὸν αὐτοκύλιστον ὄνυξ ὠλίσθανεν ἵππων,
εἰ μὴ ἔτι σπεύδουσαν ἑὴν ἀνέκοψεν ἐρωὴν
ἡνίοχος, κατόπισθεν ἐπήλυδα δίφρον ἐρύκων.
260καί τις ἔχων προκέλευθος ὀπίστερον ἡνιοχῆα
ἀντίτυπον δρόμον εἶχεν ὁμοζήλων ἐπὶ δίφρων,
ἄστατος ἔνθα καὶ ἔνθα περικλείων ἐλατῆρα
ἀγχιφανῆ. καὶ Σκέλμις, ἀπόσπορος ἐννοσιγαίου,
εἰναλίην μάστιγα Ποσειδάωνος ἑλίσσων
265πάτριον ἡνιόχευε θαλασσονόμων γένος ἵππων:
οὐδὲ τόσον πεπότητο τανύπτερος ἠέρα τέμνων
Πήγασος ὑψιπότητος, ὅσον βυθίων πόδες ἵππων
χερσαίην ἀκίχητον ἐποιήσαντο πορείην.


λαοὶ δ᾽ εἰς ἕν ἰόντες, ἐν ὑψιλόφῳ τινὶ χώρῳ
270ἑζόμενοι στοιχηδὸν ὀπιπευτῆρες ἀγῶνος,
τηλόθεν ἐσκοπίαζον ἐπειγομένων δρόμον ἵππων: [p. 56]
ὧν μὲν εἱστήκει πεφοβημένος, ὃς δὲ τινάσσων
δάκτυλον ἄκρον ἔσειεν ἐπισπέρχων ἐλατῆρα,
ἄλλος ἁμιλλητῆρι πόθῳ δεδονημένος ἵππων
275ἱππομανῆ νόον εἶχεν ὁμόδρομον ἡνιοχῆος:
καί τις ἑοῦ προκέλευθον ἰδὼν δρόμον ἡνιοχῆος
χερσὶν ἐπεπλατάγησε καὶ ἴαχε πενθάδι φωνῇ
θαρσύνων, γελόων, τρομέων, ἐλατῆρι κελεύων.


ἅρματα δ᾽ εὐποίητα θοώτερα θυιάδος ἄρκτου
280ἄλλοτε μὲν πεπότητο μετάρσια, πῇ δ᾽ ἐπὶ γαίῃ
ἀκροφανῆ πεφόρητο μόγις ψαύοντα κονίης:
καὶ ταχινῷ ψαμαθῶδες ἕδος τροχοειδέι κύκλῳ
ἅρματος ἰθυπόροιο κατέγραφεν ὁλκὸς ἀλήτης:
συμφερτὴ δ᾽ ἔρις ἦεν: ἐγειρομένη δὲ καἰ αὐτὴ
285στήθεσιν ἱππείοισιν ἀνῃώρητο κονίη,
χαῖται δ᾽ ἠερίῃσιν ἐπερρώοντο θυέλλαις:
ὀτρηροὶ δ᾽ ἐλατῆρες ὁμογλώσσων ἀπὸ λαιμῶν
ὀξυτέρην μάστιγος ἀπερροίβδησαν ἰωήν.


ἀλλ᾽ ὅτε δὴ πύματον τέλεον δρόμον, ὀξὺς ὀρούσας
290Σκέλμις ἔην πρώτιστος ἁλίδρομον ἅρμα τιταίνων:
καί οἱ ὁμαρτήσας ἐπεμάστιεν ἵππον Ἐρεχθεὺς
ἀγχιφανής, καὶ δίφρον ὀπισθοπόρον τάχα φαίης
εἰναλίου Τελχῖνος ἰδεῖν ἐπιβήτορα δίφρων:
καὶ γάρ ἀερσιπότητος Ἐρεχθέος ἵππος ἀγήνωρ
295διχθαδίῳ μυκτῆρι παλίμπνοον ἄσθμα τιταίνων
ἀλλοτρίου θέρμαινε μετάφρενον ἡνιοχῆος,
καί νύ κεν αὐχενίων ἐδράξατο χερσὶ κομάων,
ἐντροπαλιζομένοις βλεφάροις ἐλατῆρα δοκεύων,
καί νύ κε σειομένων τροχαλῇ στροφάλιγγι γενείων
ἀφριόων στατὸς ἵππος ἀπέπτυε ἄκρα χαλινοῦ,
300ἀλλὰ παρατρέψας ἀνεσείρασε δίφρον Ἐρεχθεύς,
ἡνία δ᾽ εὐποίητα κατέσπασεν ἅρπαγι παλμῷ, [p. 58]
ἀγχιφανῆ κατὰ βαιὸν ἐπισφίγγων γένυν ἵππων:
καὶ πάλιν ἐγγὺς ἔλασσε φυγὼν ἀχάλινον ἀνάγκην.
305καί μιν ἑοῖς ὀχέεσσιν ἐπαΐσσοντα δοκεύων
Σκέλμις ἀπειλήτειραν ἀπερροίβδησεν ἰωήν:


Λῆγε θαλασσαίοισι μάτην ἵπποισιν ἐρίζων:
ἄλλον ἐμοῦ γενέταο Πέλοψ ποτὲ δίφρον ἐλαύνων
Οἰνομάου νίκησεν ἀνικήτων δρόμον ἵππων.
310ἱπποσύνης μὲν ἔγωγε κυβερνητῆρα καλέσσω
ἵππιον ὑγρομέδοντα: σὺ δέ, πλήξιππε, τιταίνεις
νίκης ἐλπίδα πᾶσαν ἐς ἱστοτέλειαν Ἀθήνην.
οὐ δὲ τεῆς ὀλίγης μορίης χρέος, ἀλλά κομίζω
ἀμπελόεν στέφος ἄλλο καὶ οὐκ ἐλάχειαν ἐλαίην.’


315ὣς φαμένου ταχύβουλος ἐχώσατο μᾶλλον Ἐρεχθεύς,
καὶ δόλον ἠπεροπῆα καὶ ἔμφρονα μῆτιν ὑφαίνων
χερσὶ μὲν ἡνιόχευεν ἑὸν δρόμον, ἐν κραδίῃ δὲ
ἱπποσύνης πολιοῦχον ἑὴν ἐπίκουρον Ἀθήνην
κικλήσκων ταχύμυθον ἀνήρυγεν Ἀτθίδα φωνήν:


320Κοίρανε Κεκροπίης, ἱπποσσόε Παλλὰς ἀμήτωρ,
ὡς σὺ Ποσειδάωνα τεῷ νίκησας ἀγῶνι,
οὕτω σὸς ναέτης Μαραθώνιον ἵππον ἐλαύνων
υἱέα νικήσειε Ποσειδάωνος Ἐρεχθεύς.’


τοῖον ἔπος βοόων ἐπεμάστιεν ἰσχία πώλων,
325ἅρματι δ᾽ ἅρμα πέλασσεν ἰσόζυγον: ἀντιβίου δὲ
λαιῇ μὲν βαρύδεσμον ἐπισφίγγων γένυν ἵππων,
σύνδρομον αὖ ἐρύων βεβιημένον ἅρμα χαλινῷ,
δεξιτερῇ μάστιζεν ἑοὺς ὑψαύχενας ἵππους [p. 60]
ἐσσυμένους προτέρωσε: μεταστήσας δὲ κελεύθου
330θῆκε παλινδίνητον ὀπίστερον ἡνιοχῆα.
καὶ τροχαλοῖς στομάτεσσι χέων φιλοκέρτομον ἠχὼ
υἷα Ποσειδάωνος ἀμοιβάδι νείκεε φωνῇ,
ἐντροπαλιζομένην μεθέπων γελόωσαν ὀπωπήν:


Σκέλμις, ἐνικήθης: σέο φέρτερός ἐστιν Ἐρεχθεύς,
335ὅττι τεὸν Βαλίον, Ζεφυρηίδος αἷμα γενέθλης,
ἄρσενα καὶ νέον ἵππον ὁδοιπόρον ἄβροχον ἅλμης
γηραλέη νίκησεν ἐμὴ θήλεια Ποδάρκη.
εἰ μὲν ἀγηνορέεις Πελοπηίδος εἵνεκα τέχνης
ὑμετέρου γενετῆρος ἁλίδρομον ἅρμα γεραίρων,
340Μυρτίλος αἰολόμητις ἐπίκλοπον ἤνυσε νίκην,
μιμηλῷ τελέσας ἀπατήλιον ἄξονα κηρῷ:
εἰ δὲ μέγα φρονέεις γενεῆς χάριν ἐννοσιγαίου,
ἵππιον ὃν καλέεις, βυθίων ἐπιβήτορα δίφρων,
πόντιον αὐτὸν ἄνακτα, κυβερνητῆρα τριαίνης,
345ἄρσενα σὸν νίκησεν ἀρηγόνα θῆλυς Ἀθήνη.’


ὣς φάμενος Τελχῖνα παρέδραμεν ἀστὸς Ἀθήνης.
τῷ δ᾽ ἐπὶ Φαῦνος ἔλαυνεν ὄχου τέθριππον ἱμάσσων:
Ἀκταίων δὲ τέταρτος ἐπίκλοπος ἕσπετο Φαύνῳ,
πατρὸς Ἀρισταίου μεμνημένος εἰσέτι μύθων
350κερδαλέων: καὶ λοῖσθος ἔην Τυρσηνὸς Ἀχάτης.


καὶ θρασὺς Ἀκταίων δολίην ἐφράσσατο βουλήν:
Φαῦνον ἑοῖς ὀχέεσσιν ἔτι προθέοντα κιχήσας
ὀξυτέρῃ μάστιγι μεταστρέψας δρόμον ἵππων
σύνδρομος ἡνιόχευε, παρακλέπτων ἐλατῆρα,
355βαιὸν ὑποφθάμενος: καὶ ἐπ᾽ ἄντυγι γούνατα πήξας
δίφρον ἁμιλλητῆρα κατέγραφεν ἅρματι λοξῷ,
ἱππείους τροχόεντι διαξύων πόδας ὁλκῷ.
καὶ δαπέδῳ πέσεν ἅρμα: τινασσομένοιο δὲ δίφρου [p. 62]
τρεῖς μὲν ὑπὲρ δαπέδοιο πέλον πεπτηότες ἵπποι,
360ὃς μὲν ὑπὲρ λαγόνων, δὲ γαστέρος, ὃς δ᾽ ἐπἰ δειρήν,
εἷς δέ τις ὀρθὸς ἔμιμνε παρακλιδόν, ἀμφὶ δὲ γαίῃ
ἄκρα ποδῶν ῥίζωσε, καὶ ἄστατον αὐχένα σείων
σύζυγος ἐστήριξεν ὅλον πόδα γείτονος ἵππου,
κουφίζων ζυγόδεσμα, καὶ ὑψόσε δίφρον ἀνέλκων.
365οἱ μὲν ἔσαν προχυθέντες ἐπὶ χθονός: αὐσταλεος δὲ
ἡνίοχος κεκύλιστο παρὰ τροχόν, ἅρματι γείτων:
θρύπτετο δ᾽ ἄκρα μέτωπα, μιαινομένου δὲ γενείου
ὀξυτενὴς κεκόνιστο πέδῳ κεχαραγμένος ἀγκών.
ἡνίοχος δ᾽ ἀνέπαλτο θοώτερος: ἐσσυμένως δὲ
370εἰς χθόνα πεπτηῶτι παρίστατο γείτονι δίφρῳ,
αἰδομένῃ παλάμῃ τετανυσμένον ἵππον ἀνέλκων:
καὶ βαλίῃ μάστιγι κατηφέα πῶλον ἱμάσσων.
καὶ θρασὺς Ἀκταίων πεπονημένον ἐγγύθι δίφρου
Φαῦνον ὀπιπεύων φιλοπαίγμονα ῥήξατο φωνήν:


375Λῆγε μάτην ἀέκοντας ἐπισπέρχων σέθεν ἵππους,
λῆγε μάτην: φθάμενος γὰρ ἀπαγγέλλω Διονύσῳ,
Φαῦνος ὅτι προθέοντας ὅλους, ἐλατῆρας ἐάσας
νόστιμος ὀψικέλευθος ἐλεύσεται ἅρματα σύρων:
φείδεο σῆς μάστιγος, ἐπεὶ ταμεσίχροϊ κέντρῳ
380σῶν ὁρόων ᾤκτειρα δέμας κεχαραγμένον ἵππων.’


ἔννεπεν ἀστήρικτον ὄχον προκέκευθον ἐλαύνων
ὠκυτέρῃ μάστιγι: καὶ ἄχνυτο Φαῦνος ἀκούων.
καὶ μόγις ἐν δαπέδῳ λασίης δεδραγμένος οὐρῆς
κεκλιμένων ὤρθωσε δέμας κεκονιμένον ἵππων,
385καί τινα λυομένοιο παραΐξαντα λεπάδνου
πῶλον ἄγων παλίνορσον ἐπεσφήκωσε χαλινῷ:
στήσας δ᾽ ἔνθα καὶ ἔνθα παρεσσυμένων πόδας ἵππων
ἅρματος ὕψι βέβηκε, καὶ ἴχνιον ἅρματι πήξας
φρικαλέῃ μάστιξε τὸ δεύτερον ἵππον ἱμάσθλῃ: [p. 64]
390καὶ πλέον ἤλασε Φαῦνος ἐπισπέρχων δρόμον ἵππων,
ὠκύτερον δ᾽ ἐδίωκε παροίτερον ἡνιοχῆα:
καὶ φθαμένους ἐκίχησεν, ἐπεὶ μένος ἔμβαλεν ἵπποις
ἵππιος ἐννοσίγαιος ἑὸν θρασὺν υἷα γεραίρων:
στεινωπὴν δέ κέλευθον ἰδὼν παρὰ κοιλάδι πέτρῃ
395ἔμφρονα μῆτιν ὕφαινε δολοπλόκον, ὄφρα κιχήσας
ἅρματι τεχνήεντι παραΐξειεν Ἀχάτην.
ῥωγμὸς ἔην βαθύκολπος, ὃν ἐξέρρηξε κελεύθου
χειμερίῃ μάστιγι Διὸς μετανάστιον ὕδωρ
ἠερόθεν προχέοντος: ἐεργομένῳ δὲ ῥεέθρῳ
400ὄμβρου γειοτόμοιο ῥάχις κοιλαίνετο γαίης,
ἧχτ μολὼν ἀέκων ἀνεσείρασε δίφρον Ἀχάτης,
φεύγων ἀγχικέλευθον ἐπηλυσίην ἐλατῆρος:
καὶ οἱ ἐπεσσυμένῳ τρομερὴν ἀνενείκατο φωνήν:


Εἰσέτι, νήπιε Φαῦνε, τεοὶ ῥυπόωσι χιτῶνες,
405εἰσέτι σῶν ὀχέων ψαμαθώδεές εἰσι κορῶναι,
οὔ πω σῶν ἐτίναξας ἀκοσμήτων κόνιν ἵππων:
λύματα σεῖο κάθαιρε: τί σοι τόσον ἵππον ἐλαύνειν;
μή σε πάλιν πίπτοντα καὶ ἀσπαίροντα νοήσω.
τὸν 2 θρασὺν Ἀκταίωνα φυλάσσεο, μή σε κιχήσας
410ταυρείῃ σέο νῶτον ὑποστίξειεν ἱμάσθλῃ,
μή σε πάλιν προκάρηνον ἀκονίζειε κονίῃ.
εἰσέτι σῆς μεθέπεις κεχαραγμένα κύκλα παρειῆς:
Φαῦνε, τί μαργαίνεις, ξυνήονα μῶμον ἀνάπτων
πατρὶ Ποσειδάωνι καὶ Ἠελίῳ σέο πάππῳ;
415ἅζεό μοι Σατύρων φιλοκέρτομον ἀνθερεῶνα.
Σειληνοὺς πεφύλαξο καὶ ἀμφιπόλους Διονύσου,
μή σοι ἐπεγγελάσωσι καὶ αὐσταλέῳ σέο δίφρῳ.
πῇ θρόνα; πῇ βοτάναι; πῇ φάρμακα ποικίλα Κίρκης;
πάντά σε, πάντα λέλοιπεν, ὅτ᾽ εἰς δρόμον ἦλθες ἀγῶνος. [p. 66]
420τίς κεν ἀπαγγείλειεν ἀγήνορι σεῖο τεκούσῃ
καὶ σέο κύμβαχον ἅρμα καὶ αὐχμώουσαν ἱμάσθλην;’


τοῖον ἀπερροίβδησεν ἀγήνορα μῦθον Ἀχάτης,
κερτομέων: νέμεσις δὲ τόσην ἐγράψατο φωνήν.
καὶ σχεδὸν ἤλυθε Φαῦνος ὁμήλυδα δίφρον ἐλαύνων:
425ἅρματι δ᾽ ἅρμα πέλασσε, καὶ ἄξονι γόμφον ἀράσσων
μεσσοπαγῆ συνέαξε βαλὼν τροχοειδέι κύκλῳ:
καὶ τροχὸς αὐτοκύλιστος ἕλιξ ἐπεκέκλιτο γαίῃ,
ἅρμασιν Οἰνομάοιο πανείκελος, ὁππότε κηροῦ
θαλπομένου Φαέθοντι λυθεὶς ἀπατήλιος ἄξων
430ἱπποσύνην ἀνέκοπτε μεμηνότος ἡνιοχῆος.
στεινωπὴν δὲ κέλευθον ἔχων ἀνέμιμνεν Ἀχάτης,
εἰσόκε τετραπόρων ὑπὲρ ἄντυγος ἥμενος ἵππων
ὠκυτέρῃ μάστιγι παρήλυθε Φαῦνος Ἀχάτην,
οἷά περ οὐκ ἀίων: καὶ ἐκούφισε μᾶλλον ἱμάσθλην,
435μαστίζων ἀκίχητος ἐπειγομένων λόφον ἵππων:
καὶ πέλεν Ἀκταίωνος ὀπίστερος, ὅσσα θορόντος
δίσκου πεμπομένοιο πέλει δολιχόσκιος ὁρμή,
ὃν βριαρῇ παλάμῃ δονέων αἰζηὸς ἰάλλει.


λαοῖς δ᾽ ἔμεσε λύσσα: καὶ ἤρισαν ἄλλος ἐπ᾽ ἄλλῳ,
440συνθεσίας τεύχοντες ἀτεκμάρτου περὶ νίκης
ἐσσομένης: τὰ δὲ δῶρα θυελλοπόδων χάριν ἵππων
τρίπος ἠὲ λέβης φάσγανον ἠὲ βοείη:
καὶ ναέτης ναετῆρι, φίλος δ᾽ ἐρίδαινεν ἑταίρῳ,
γηραλέος δὲ γέροντι, νέῳ νέος, ἀνέρι δ᾽ ἀνήρ.
445ἦν δ᾽ ἔρις ἀμφοτέρων ἑτερόθροος, ὃς μὲν Ἀχάτην
κυδαίνων, ἕτερος δὲ χερείονα Φαῦνον ἐλέγχων
ἐν χθονὶ πεπτηῶτα κυλινδομένων ἀπὸ δίφρων,
ἄλλος ἐριδμαίνων, ὅτι δεύτερος ἦεν Ἐρεχθεὺς
εἰναλίου Τελχῖνος ὀπίστερος ἡνιοχῆος:
450ἄλλῳ δ᾽ ἄλλος ἔριζον, ὅτι φθαμένων δρόμον ἵππων [p. 68]
ἀγχιφανὴς νίκησε πολύροπος ἀστὸς Ἀθήνης,
Σκέλμιν ἔτι προθέοντα παραΐξας ἐλατῆρα.


οὔ πω νεῖκος ἔληγε, καὶ ἔφθασεν ἐγγὺς Ἐρεχθεύς,
ἵπποθς ἔνθα καὶ ἔνθα κατωμαδὸν αἰὲν ἱμάσσων:
455καὶ πολὺς ἱππείοιο δι᾽ αὐχένος ἔρρεεν ἱδρὼς
καὶ λασίου στέρνοιο, καθ᾽ ἡνιόχοιο δὲ πυκναὶ
αὐχμηραὶ ῥαθάμιγγες ἐπερρώοντο κονίης:
ἅρματα δ᾽ ἀγχιπόροισιν ἐπέτρεχεν ἴχνεσιν ἵππων
ἁλλομένῃ στροφάλιγγι: καὶ οὐ τροχόεντι σιδήρῳ
460λεπταλέης ἀτίνακτα τινάσσετο νῶτα κονίης.
αὐτὰρ πωτήεντα μετὰ δρόμον ὑψόθι δίφρου
εἰς μέσον ἦλθεν ἀγῶνος: ἑῷ δ᾽ ἔσμηξε χιτῶνι
μυδαλέων ἱδρῶτα διαστάζοντα μετώπων:
καὶ ταχὺς ἐκ δίφροιο κατήλε: μηκεδανὴν δὲ
465εἰς ζυγὸν εὐποίητον ἑὴν ἔκλινεν ἱμάσθλην:
ἵπποθς δ᾽ Ἀμφιδάμας θεράπων λύεν: ὠκύτερος δὲ
τερπομένῃ παλάμῃ πρμτάγρια κούφισε νίκης,
ἰοδόκην καὶ τόξα καὶ εὐπήληκα γυναῖκα,
πάλλων ἡμιτόμοιο μεσόμφαλα νῶτα βοείης.


470τῷ δ᾽ ἐπὶ δεύτερος ἦλθε θαλασσαίων ἐπὶ δίφρων
Σκέλμις, ἐπισπέρχων Ποσιδήιον ἅρμα θαλάσσης,
κύκλος ὅσον τροχόεις ἀπολείπεται ὠκέος ἵππου,
τοῦ μὲν ἐπαΐσσοντος ἐπισσώτρων μόγις ἄκραι
ἐκταδίης ψαύουσιν ἑλισσομένης τρίχες οὐρῆς:
475δεύτερα δ᾽ εἷλεν ἄεθλα, καὶ ὤρεγε Δαμναμενῆι
ἔγκυον ἵππον ἔχειν, ζηλήμονι χειρὶ τιταίνων.


καὶ τρίτος Ἀκταίων ἀνεκούφισε σύμβολα νίκης
χρυσοφαῆ θώρηκα, παναίολον ἔργον Ὀλύμπου.


τῷ δ᾽ ἐπὶ Φαῦνος ἵκανε: καὶ αὐτόθι δίφρον ἐρύσσας
480ὀμφαλὸν ἀργυρόκυκλον ἀνηέρταζε βοείης, [p. 70]
αὐχμηρῆς μεθέπων ἔτι λείψανα κεῖνα κονίης.


καὶ Σικελὸς θεράπων βραδυδινέος ἐγγύθι δίφρου
χρυσοῦ δισσὰ τάλαντα κατηφέι δεῖξεν Ἀχάτῃ,
οἰκτρὸν ἀγηνορέοντι φιλοστόργῳ Διονύσῳ.


485αὐτὰρ πυγμαχίης χαλεπῆς ἔστησεν ἀγῶνα:
πρώτῳ μὲν θέτο ταῦρον ἀπ᾽ Ἰνδῴοιο βοαύλου
δῶρον ἄγειν, ἑτέρῳ δὲ μελαρρίνων κτέρας Ἰνδῶν
βάρβαρον αἰολόνωτον ἑλὼν κατέθηκε βοείην.
ὀρθωθεὶς δ᾽ ἀγόρευεν ἀεθλητῆρας ἐπείγων,
490εὐπαλάμου δύο φῶτας ἐριδμαίνειν περὶ νίκης:


Πυγμῆς οὗτος ἄεθλος ἀτειρέος: ἀθλοφόρῳ δὲ
ἀνέρι νικήσαντι δασύτριχα ταῦρον ὀπάσσω,
ἀνδρὶ δὲ νικηθέντι πολύπτυχον ἀσπίδα δώσω.’


ὣς φαμένου Βρομίοιο σακέσπαλος ὦρτο Μελισσεύς,
495ἠθάδι πυγμαχίῃ μεμελημένος: εὐκεράου δὲ
ἁψάμενος ταύροιο τόσην ἐφθέγξατο φωνήν:


Ἐλθέτω, ὃς ποθέει σάκος αἰόλον: οὐ γὰρ ἐάσω
ἄλλῳ πίονα ταῦρον, ἕως ἔτι χεῖρας ἀείρω.’


ὣς φαμένου ξύμπαντας ἐπεσφρήγισσε σιωπή:
500Εὐρυμέδων δέ οἱ οἶος ἀνίστατο, τῷ πόρεν Ἑρμῆς
ὄργανα πυγμαχίης γυιαλκέος, ὃς πάρος αἰεὶ
πατρῴῳ μεμέλητο παρήμενος ἐσχαρεῶνι,
Ἡφαιστηιάδης, σφυρήλατον ἄκμονα τύπτων.
τὸν μὲν ἐριπτοίητος3 ἀδελφεὸς ἄμφεπεν Ἄλκων,
505ζῶμα δέ οἱ παρέθηκε, καὶ ἥρμοσεν ἰξύι μίτρην,
καὶ δολιχαῖς παλάμῃσι κασιγνήτοιο συνάπτων [p. 72]
ἀζαλέων ἔσφιγξε περίπλοκον ὁλκὸν ἱμάντων.
καὶ πρόμος εἰς μέσον ἦλθεν, ἑοῦ προβλῆτα προσώπου
λαιὴν χεῖρα φέρων, σάκος ἔμφυτον: ἀντὶ δὲ λόγχης
510ποιητῆς παλάμης ταμεσίχροες ἦσαν ἱμάντες.
αἰεὶ δ᾽ ἀντιπάλοιο φυλάσσετο δύσμαχον ὁρμήν,
μή ποτέ μιν πλήξειε κατ᾽ ὀφρύος ἠὲ μετώπου,
ἠέ μιν αἱμάξειε, τετυμμένον ἄρθρον ἀμύξας,
ἠὲ διατμήξειε, κατὰ κροτάφοιο τυχήσας,
515εἰς μέσον ἐγκεφάλοιο νοήμονος ἄκρον ἀράξας,
παλάμην τρηχεῖαν ἐπὶ κροτάφοισι τιταίνων
ὄμματα γυμνώσειε λιπογλήνοιο προσώπου,
ἠὲ δαφοινήεντος ἀρασσομένοιο γενείου
ὀξυτέρων ἐλάσειε πολύστιχον ὄγμον ὀδόντων.


520ἔνθα μὲν Εὐρυμέδοντος ἐπεσσυμένοιο μελισσεὺς
στήθεος ἄκρον ἔλασσεν: δὲ σχεδὸν ἄντα προσώπου
χεῖρα μάτην ἐτίταινε, καὶ ἤμβροτεν ἠέρα τύπτων:
καί μιν ἀεὶ τρομέων περιδέδρομε, κόλπον ἀμείβων,
δεξιτερὴν γυμνοῖο κάτω μαζοῖο τιταίνων.
525ἄμφω δ᾽ εἰς ἓν ἵκανον ἐπήλυδες, ἄλλος ἐπ᾽ ἄλλῳ
ἴχνεσι φειδομένοισι ποδὸς πόδα τυτθὸν ἀμείβων:
χερσὶ δὲ χεῖρας ἔμιξαν: ἐπασσυτέρῃσι δὲ ῥιπαῖς
φρικτὸς ὁμοπλεκέων ἐπεβόμβεε δοῦπος ἱμάντων
ἀκροτάτην περὶ χεῖρα: χαρασσομένης δὲ παρειῆς
530αἱμαλέαις λιβάδεσσιν ἐφοινίχθησαν ἱμάντες:
καὶ γενύων πέλε δοῦπος: ἐπὶ θρωσμῷ δὲ προσώπου
εὐρυτέρου γεγαῶτος ἐκυμαίνοντο παρειαί,
ὀφθαλμοὶ δ᾽ ἑκάτερθεν ἐκοιλαίνοντο προσώπου.


Εὐρυμέδων μὲν ἔκαμνε Μελισσέος ἴδμονι τέχνῃ,
535ἄσχετον ἠελίοιο μένων ἀντώπιον αἴγλην,
ὄμμα καταυγάζοντος: ἐπαΐξας δὲ Μελισσεὺς [p. 74]
ὀξυτέρῃ στροφάλιγγι μετάρσιον ἴχνος ἀείρων
ἄφνω γναθμὸν ἔτυψεν ὑπ᾽ οὔατος: αὐτὰρ κάμνων
ὕπτιος αὐτοκύλιστος ἐρείσατο νῶτα κονίῃ,
540θυμολιπὴς μεθύοντι πανείκελος: εἶχε δὲ κόρσην
κεκλιμένην ἑτέρωσε, καὶ αἵματος ἔπτυεν ἄχνην
λεπτὰ παχυνομένοιο: λαβὼν δέ μιν ἐκτὸς ἀγῶνος
στυγνὸς ὑπὲρ νώτοιο μετήγαγε σύγγονος Ἄλκων
πληγῇ ἀμερσινόῳ βεβαρημένον. ἐσσύμενος δὲ
545Ἰνδῴην περίμετρον ἀνηέρταζε βοείην.


καὶ διδύμους Διόνυσος ἀεθλητῆρας ἐπείγων
ἀνδράσιν ἀθλοφόροισι πάλης κήρυξεν ἀγῶνα:
καὶ τρίπος εἰκοσίμετρος ἀέθλιον ἵστατο νίκης
πρώτῳ ἀεθλητῆρι: τίθει δ᾽ εἰς μέσσον ἀείρας
550ἀνθεμόεντα λέβητα χερείονι φωτὶ φυλάσσων.
ὀρθωθεὶς δ᾽ ἰάχησε πάλιν σημάντορι φωνῇ:
Δεῦτε, φίλοι, καὶ τοῦτον ἐγείρατε καλὸν ἀγῶνα.’


ἔννεπε: κεκλομένου δὲ φιλοστεφάνου Διονύσου
πρῶτος Ἀρισταῖος, μετέπειτα δὲ δεύτερος ἔστη
555Αἰακὸς εὐπαλάμοιο πάλης δεδαημένος ἔργα.
ζώματι δὲ σκεπόωντες ἀθηήτου φύσιν αἰδοῦς
γυμνοὶ ἀεθλεύοντες ἐφέστασαν: ἀμφότεροι δὲ
πρῶτα μὲν ἀμφοτέρας παλάμας ἐπὶ δίζυγι καρπῷ
σύμπλεκον ἔνθα καὶ ἔνθα, χυτῆς ἐπὶ νῶτα κονίης
560ἀλλήλους ἐρύοντες ἀμοιβαδίς, ἅμματι χειρῶν
ἀκροτάτῳ σφίγξαντες: ἔην δ᾽ ἀμφίδρομος ἀνήρ,
ἄνδρα παλινδίνητον ἄγων ἑτερόζυγι παλμῷ,
ἕλκων ἑλκόμενός τε: συνοχμάζοντο γὰρ ἄμφω
χερσὶν ἀμοιβαίῃσιν, ἐκυρτώσαντο δὲ δειρήν,
565μεσσατίῳ δὲ κάρηνον ἐπηρείδοντο μετώπῳ
ἀκλινέες, νεύοντες ἐπὶ χθονός: ἐκ δὲ μετώπων
θλιβομένων καμάτοιο προάγγελος ἔρρεεν ἱδρώς:
ἀμφοτέρων δ᾽ ἄρα νῶτα κεκυφότα πήχεος ὁλκῷ [p. 76]
δίζυγι συμπλεκέος παλάμης ἐτρίβετο δεσμῷ:
σμῶδιξ δ᾽ αὐτοτέλεστος ἀνέδραμεν αἵματι θερμῷ,
575αἰόλα πορφύρουσα: δέμας δ᾽ ἐστίζετο φωτῶν.


οἱ δὲ παλαισμοσύνης ἑτερότροπα μάγγανα τέχνης
ἀλλήλοις ἀνέφαινον ἀμοιβαδίς: ἀντίβιον δὲ
πρῶτος Ἀρισταῖος παλάμης πηχύνατο καρπῷ,
ἐκ χθονὸς ὀχλίζων: δολίης δ᾽ οὐ λήθετο τέχνης
580Αἰακὸς αἰολόμητις, ὑποκλέπτοντι δὲ ταρσῷ
λαιὸν Ἀρισταίοιο ποδὸς κώληπα πατάξας
ὕπτιον αὐτοκύλιστον ὅλον περικάββαλε γαίῃ,
ἠλιβάτῳ πρηῶνι πανείκελον: ἀμφὶ δὲ λαοὶ
τηλίκον αὐχήεντα βοώμενον υἱέα Φοίβου
585ὄμμασι θαμβαλέοισιν ἐθηήσαντο πεσόντα.
δεύτερος ἠέρταζε μετάρσιον ὑψόθι γαίης
κουφίζων ἀμογητὶ πελώριον υἷα Κυρήνης
Αἰακός, ἐσσομένην ἀρετὴν τεκέεσσι φυλάσσων,
ἀκαμάτῳ Πηλῆι καὶ εὐρυβίῃ Τελαμῶνι,
590ἀγκὰς ἔχων, οὐ νῶτον ὄρθιον αὐχένα κάμπτων,
πήχεσιν ἀμφοτέροισι μεσαίτατον ἄνδρα κομίζων,
ἶσον ἀμειβόντεσσιν ἔχων τύπον, οὕς κάμε τέκτων
πρηΰνων ἀνέμοιο θυελλήεσσαν ἀνάγκην.
καὶ πελάσας ὅλον ἄνδρα περιστρωθέντα κονίῃ
595Αἰακὸς ἀντιπάλοιο μέσων ἐπεβήσατο νώτων
καὶ πόδα πεπταμένης διὰ γαστέρος ἐκταδὰ πέμπων,
καμπύλον ἀκροτάτῳ περὶ γούνατι δέσμα συνάπτων,
ταρσῷ ταρσὸν ἔρειδε παρὰ σφυρὸν ἄκρον ἑλίξας:
καὶ ταχὺς ἀντιβίου τετανυσμένος ὑψόθι νώτων, [p. 78]
αὐχένι δεσμὸν ἔβαλλε βραχίονι, δάκτυλα κάμψας:
μυδαλέῳ δ᾽ ἱδρῶτι χυτὴν ἔρραινε κονίην,
αὐχμηρῇ ψαμάθῳ διερὴν ῥαθάμιγγα καθαίρων,
570μὴ διολισθήσειε περίπλοκος ἅμματι χειρῶν
θερμὴν τριβομένοιο κατ᾽ αὐχένος ἰκμάδα πέμπων.


τοῦ δὲ πιεζομένοιο συνέρρεον ὀξέι παλμῷ
κεκριμένοι κήρυκες, ὀπιπευτῆρες ἀγῶνος,
μή μιν ἀποκτείνειεν ὁμόζυγι πήχεος ὁλκῷ.
605οὐ γὰρ ἔην τότε θεσμὸς ὁμοίιος, ὃν πάρος αὐτοὶ
ὀψίγονοι φράσσαντο, τιταινομένων ὅτε δεσμῶν
αὐχενίων πνικτῆρι πόνῳ βεβαρημένος ἀνὴρ
νίκην ἀντιπάλου μνηστεύεται ἔμφρονι σιγῇ,
ἀνέρα νικήσαντα κατηφέι χειρὶ πατάξας. 4


610καὶ τρίπον εἰκοσίμετρον ἐπηχύναντο λαβόντες
Μυρμιδόνες, θεράποντες ἀεθλοφόρου βασιλῆος:
Ἀκταίων δὲ λέβητα ταχίονι κούφισε ῥιπῇ,
δεύτερα πατρὸς ἄεθλα κατηφέι χειρὶ κομίζων.


καὶ τότε Βάκχος ἔθηκε ποδῶν ταχυτῆτος ἀγῶνα:
615πρώτῳ ἀεθλητῆρι τιθεὶς κειμήλια νίκης
ἀργύρεον κρητῆρα δορικτήτην τε γυναῖκα,
δευτέρῳ αἰολόδειρον ἐθήκατο Θεσσαλὸν ἵππον,
καὶ πυμάτῳ ξίφος ὀξὺ σὺν εὐτμήτῳ τελαμῶνι.
ὀρθωθεὶς δ᾽ ἀγόρευε, ποδώκεας ἄνδρας ἐπείγων:


620Ἀνδράσιν ὠκυπόροισιν ἀέθλια ταῦτα γενέσθω.’
ὣς φαμένου
Δικταῖος ἐθήμονα γούνατα πάλλων... [p. 80]
τῷ δ᾽ ἐπὶ ποικιλόμητις ἀνέδραμεν ὠκὺς Ἐρεχθεύς,
Παλλάδι Νικαίῃ μεμελημένος, αὐτὰρ ἐπ᾽ αὐτῷ
625Πρίασος ὠκυπόδης, Κυβεληίδος ἀστὸς ἀρούρης.
625τοῖσι μὲν ἐκ βαλβῖδος ἔην δρόμος: Ὠκύθοος δὲ
πρῶτος ἀελλήεντι ποδῶν κουφίζετο παλμῷ,
ἰθυτενῆ προκέλευθον ἔχων δρόμον: ἐσσύμενος δὲ
δεύτερος ἀγχικέλευθος, ὀπίστερος ἦεν Ἐρεχθεύς,
γείτονος Ὠκυθόοιο μετάφρενον ἄσθματι βάλλων,
630καὶ κεφαλὴν θέρμαινε: φιληλακάτοιο δὲ κούρης
οἷα κανὼν στέρνοιο πέλει μέσος, ὅν τινι μέτρῳ
παρθένος ἱστοπόνος τεχνήμονι χειρὶ τανύσσῃ,
Ὠκυθόου πέλε τόσσον ὀπίστερος: ἀμφὶ δὲ γαίῃ
ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι.
635καί νύ κεν ἀμφήριστος ἔην δρόμος: ἀλλὰ πορείην
μιμηλὴν ἰσόμετρον ἰδὼν ἐτιταίνετο ταρσῷ
κουφοτέρῳ, καὶ φῶτα παρέδραμε μείζονι μέτρῳ,
ὁππόσον ἀνέρος ἴχνος: ὅθεν τρομέων περὶ νίκης
τοῖον ἔπος βοόων Βορέην ἱκέτευεν Ἐρεχθεύς:


640Γαμβρέ, τεῷ χραίσμησον Ἐρεχθέι καὶ σέο νύμφῃ,
εἰ μεθέπεις γλυκὺν οἶστρον ἐμῆς ἔτι παιδὸς Ἐρώτων:
δός μοι σῶν πτερύγων βάλιον δρόμον εἰς μίαν ὤρην,
Ὠκύθοον ταχύγουνον ἴνα προθέοντα παρέλθω.’


ὣς φαμένου Βορέης ἱκετήσιον ἔκλυε φωνήν,
645καί μιν ἐυτροχάλοιο ταχίονα θῆκεν ἀέλλης.
τρεῖς μὲν ἐπερρώοντο ποδῶν ἀνεμώδεϊ παλμῷ,
ἀλλ᾽ οὐκ ἶσα τάλαντα: καὶ ὁππόσον ὠκέι ταρσῷ
Ὠκυθόου προθέοντος ὀπίστερος ἦεν Ἐρεχθεύς,
τόσσον ἀελλήεντος Ἐρεχθέος ἔπλετο γείτων
650Πρίασος αὐχήεις, Φρύγιον γένος. ἐσσυμένων δὲ
ὁππότε λοίσθιος ἦεν ἔτι δρόμος ἅλματι ταρσῶν, [p. 82]
Ὠκύθοος ταχύγουνος ἐπωλίσθησε κονίῃ,
ἧχι βοῶν πέλεν ὄνθος ἀθέσφατος, οὓς παπά τύμβῳ
Μυγδονίῃ Διόνυσος ἀπηλοίησε μαχαίρῃ:
655ἀλλὰ παλιννόστοιο ποδὸς ταχυσδινέι παλμῷ
Ὠκύθοος πεφόρητο μετάλμενος: ἐσσυμένως δὲ
ἀντιπάλου προθέοντος ἐπήλυδα ταρσὸν ἀμείβων,
εἰ τότε βαιὸς ἔην ἔτκ που δρόμος, τάχα βαίνων
πέλεν ἀμφήριστος ἔφθασεν ἀστὸν Ἀθἠνης.


660καὶ κτέρας αἰολόνωτον ἐκούφισεν ὠκὺς Ἐροχθεύς,
Σιδόνιον κρητῆρα τετυγμένον: Ὠκύθοος δὲ
εἴρυοε Θεσσαλὸν ἵππον: δὲ τρίτος ἠρέμα βαίνων
Πρίασος ἆορ ἔδεκτο σὺν ἀρυγρέῳ τελαμῶνι.
καὶ Σατύρων ἐγέλασσε χορὸς φιλοπαίγμονι θυμῷ,
665παπταίνων Κορύβαντα χυτῇ ῥυπόωντα κονίῃ,
ὄνθον ἀποπτύοντα κατάρρυτον ἀνθερεῶνος.


καὶ σόλον αὐτοχόωνον ἄγων ἐπέθηκεν ἀγῶνι
δισκοβόλους Διόνυσος ἀκοντιστῆρας ἐπείγων:
πρώτῳ μὲν δύο δοῦρα σὺν ἱπποκόμῳ τρυφαλείῃ
670θῆκεν ἄγων, ἑτέρῳ δὲ διαυγέα κυκλάδα μίτρην,
καὶ τριτάτῳ φιάλην, καὶ νεβρίδα θῆκε τετάρτῳ,
ἣν χρυσέῃ κληῖδι Διὸς περονήσατα χαλκεύς.
ὀρθωθεὶς δ᾽ ἀνὰ μέσσον ἐγερσινόῳ φάτο φωιῇ:


Οὗτος ἀγὼν ἐπὶ δίσκον ἀεθλητῆρας ἐπείγει.’


675ὣς φαμένου Βρομίοιο σακέσπαλος ὦρτο Μεγισσεύς,
τῷ δ᾽ ἐπὶ δεύτερος ἦλθεν ἀερσιπόδης Ἁλιμήδης,
καὶ τρίτος Εὐρυμέδων καὶ τέτρατος ἤλυθρν Ἄκμων:
καὶ πίσυρες στοκχησὸν ἐφέστοασαν ἄλλος ἐπ᾽ ἄλλῳ. [p. 84]
καὶ σόλον εὐδίωητον ἑλὼν ἔρριψε Μελισσεύς:
680Σειληνοὶ δ᾽ ἐγέλασσαν ὀλίζονα φωτὸς ἐρωήν.
δεύτερος Εὐρυμέσων παλάμην ἐπερείσατο δίσκῳ...
καὶ σόλον εὐδίνητον ἑλὼν νωμήτορι καρπῷ
βριθὺ βέλος προέηκε περίτροχον εὔλοφος Ἄκμων:
καὶ βέλος ἠερόφοιτον ἐπέτρεχε σύνσρομον αὔραις,
685καὶ σκοπὸν Εὐρυμέδοντος ὑπέρβαλε μείζονι μέτρῳ
ὀξείῃ στρογάιγγι: καὶ ὑψιπόδης Ἁλιμήδης
εἰς σκοπὸν ἠκόντιξεν ἐν ἠερι δίσκον ἀλήτην:
καὶ σόλος ἠερίῃσιν ἐπερροίζησεν ἀέλλαις
ἐκ βριαρῆς παλάμης πεφορημένος, ὡς ἀπὸ τόξου
690ἵπταται ἀσταθέεσσι βέλος δεδονημένον αὔραις
ὄρθιον: ἠερόθεν δὲ πεσὼν ἐκυκίνσετο γαίῃ
ἅλματι τηλεπόρῳ, πεφορημένος εἰσέτι παλμῷ
χειρὸς ἐυστρέτοιο, φέρων αὐτόσσυτον ὁρμήν,
εἰσόκε σήματα πάντα παρέσπαμεν: ἀγρόμενοι δὲ
695πάντες ἐπεσμαράγησαν ὀπιπευτῆρες ἀγῶνος,
ἁλλομένου δίσκοιο τεθηπότες ἄστατον ὁρμήν.


καὶ δονέων δύο δοῦρα σὺν ὑψιλόφῳ τρυχαλείῃ
διπλόα δῶρα κόμιζεν ἀγηνορέων Ἀλιμήδης:
ἄκμων δ᾽ εἰλιπόδης χρυσαυγέα κούφισε μίτρην:
700καὶ τρίτος Εὐρυμέδων φιάλην ἀπύρωτον ἀείρας
ἀμφίθετον κτέρας εἷλε: κατηφιόων δὲ προσώτπῳ
νεβρίδα ποικλόνωτον ἀνηέρταζε Μελισσεύς.


καὶ προμάχοις Διόνυσος ἀέθλια θήκατο τόξου,
εὐστοχίης ἀνάθημα: καὶ ἑπταέτηρον ἐρύσσας
705ἡμίονον ταλαεργὸν ἐνεστήριξεν ἀγῶνι,
καὶ δέπας εὐποίητον ἀέθλιον ἵστατο νίκης
ἀνδρὶ χερειοτέρῳ πεφυλαγμένον. Εὐρύαλος δὲ
νήιον ὀρθώσας περιμήκετον ἱστὸν ἀρούρῃ
στῆσεν ὑπέρ δαπέδου ψαμαθώδεος, ὑψιφανῆ δὲ [p. 86]
710δέσμιον ᾐώρησε πελειάδα σύμπλοκον ἱστῷ,
λεπραλέον δισσοῖσι μίτον περὶ ποσσὶν ἑλίξας.
καὶ θεὸς ἀγρομένοις ἐναγώνιον ἴαχε φωνήν,
εἰς σκοπὸν ἠερόφοιτον ὀιστευτῆρας ἐπείγων:


ὃς μὲν ὀιστεύσειε πελειάδος ἄκρα τορήσας,
715ἡμίονον φερέτω πολυαλφέα, μάρτυρα νίκης:
ὃς δὲ παραπλάζοιτο πελειάδος εἰς σκοπὸν ἕλκων,
ὄρνιν ἐυγλώχινι λιπὼν ἀχάρακτον ὀιστῷ,
ἄκρα δὲ μηρίνθοιο βαλών πτερόεντι βελέμνῳ,
ἥσσονα τοξεύσειε καὶ ἥσσονα δῶρα δεχέσθω:
720ἀντὶ γὰρ ἡμιόνου δέπας οἴσετοι, ὄφρά κε Φοίβῳ
τοξοφόρῳ σπείσειε καὶ οἰνοχύτῳ Διονύσῳ.’


τοῖον ἔπος βοόωντος ἐχεκτεάνοιο Λυαίου
εὐχαίτης Ὑμέναιος ἑκηβόλος εἰς μέσον ἔστη...
εἰς σκοπὸν ἰθυκέλευθον ἄγων ἀντώπιον ἱστοῦ,
725Κνώσσια τόξα φέρων τετανυαμένα κυκλάδι νευρῇ,
Ἀστέριος προέηκε βέλος κλήροιο τυχήσας,
καὶ τύχε μηρίνθοιο: δαϊζομένης δὲ βελέμνῳ
ἠερίη πεφόρητο μεφόρητο μετάρσιος ὄρνις ἀλήμων:
καὶ μίτος εἰς χθόνα πῖπτε. δι᾽ ὑψιπόρου δὲ κελεύθου
730ὄμμα φέρων ἑλικηδόν, ὑπἐρ νεφέων δὲ δοκεύων
τοξευτὴρ Ὑμέναιος έτοιμοτάτης ἀπὸ νευρῆς
εἰς σκοπὸν ἠερόφοιτον ὑπηνέμιον βέλος ἕλκων
ὀξύτερον προέηκε, πελειάδος ἄντα τιταίνων:
καὶ πτερόεις πεπότητο δι᾽ ἠέρος ἰὸς ἀλήτης
735ἀκροφανής, μέσα νῶτα παραξύων νεφελάων,
συρίζων ἀνέμοιοι: βέλος δ᾽ ἴθυνεν Ἀπόλλων
πιστὰ φέρων δυαέρωτι κασιγνήτῳ Διονύσῳ:
ἱπταμένης δ᾽ ἐτύχησε πελειάδος, ἐσσυμένης δὲ
στήθεος ἄκρον ἔτυψε: βαρυνομένου δὲ καρήνου
740ὄρνις ἀελλήεσσα δι᾽ ἠέρος ἔμπεσε γαίῃ: [p. 88]
ἡμιθανὴς δὲ πέλεια περὶ πτερὰ πάλλε κονὶῃ,
ποσσὶ περισκοίρουσα χοροπλεκέος Διονύσου.


καὶ θεὸς ἡβητῆρος ἀναθρῴσκων ἐπὶ νίκῃ
χεῖρας ἐπεπλατάγησεν ἐπικλάγξας Ὑμεναίῳ:
745ξυνοὶ δ᾽ εἰν ἑνὶ πάντες1, ὅσοι παρέμιμνον ἀγῶνι,
ἀγχινεφῆ θάμβησαν ἑκηβολίην Ὑμεναίου.
καὶ γελόων Διόνυσος ἑαῖς παλάμῃσιν ἐρύσσας
ἡνίονον πόρε δῶρον ὀφειλομένην Ὑμεναίῳ:
καὶ γέρας Ἀστερίοιο δέπας κούφιζον ἑταῖροι.


750καὶ φιλίην ἐπὶ δῆριν ἀκοντιοτῆρας ἐμεἰγων
Ἰνδικὰ Βάκχος ἄεθλα φέρων παρέθηκεν ἀγῶνι,
διχθαδίην κνημῖδα καὶ Ἰνσῴης λίθον ἅλμης.
ὀρθωθεὶς δ᾽ ἀγόρευε, δύω δ᾽ ἐκέλευσε μαχηταῖς,
ὄφρα μόθῳ παίζοντι καὶ οὐ κτείνοντι σιδήρῳ
755μιμηλήν τελέσωσιν ἀναίμονος εἰκόνα χάρμης:


Οὗτος ἀγὼν δύο φῶτας ἀκοντιστῆρας ἐγείρων
μείλιχον οἶδεν Ἄρηα καὶ κὐδιόωσαν Ἐνυώ.’


ὣς φαμένου Βρομίοιο σιδήρεα τεύχεα πάλλων
Ἀστέριος κεκόρθς2το, καὶ Αἰακὸς εὶς μέσον ἔστη
760χάλκεον ἔγχος ἔχων, πολυδαίδαλον ἀσπίδα πάλλων,
οἷα λέων ἄγραυλος ἐπαΐσσων τινὶ ταύρῳ
συΐ λαχνήεντι: σιδηρείῳ δέ χιτῶνι
εἰς μέσον ἐρρώοντο καλυψάμενοι δέμας ἄμφω
Ἄρεος αἰχμητῆρες: μὲν δόρθ θοῦρον ἰάλλων
765Ἀστέριος, Μίνωος ἔχων πατρώιον ἀλκήν,
οὔτασε δεξιτεροῖο βραχίονος ἄκρον ἀμύξας:
ὃς δὲ κατ᾽ ἀσοαράγοιο σιδήρεον ἔγχος ἀείρων
Αἰακός, ὑψιμέδοντος ἑοῦ Διὸς ἄξια ῥέξων,
νύξαι μὲν μενέαινε μεσαίτατον ἀνθερεῶνα:
770ἀλλά Βάκχος ἔρυκε καὶ ἥρπασε φοίνιον αἰχμήν, [p. 90]
αὐχένα μὴ πλήξειεν ἀκοντιστῆρι σιδήρῳ:
ἀμφοτέρους δ᾽ ἀνέκοψε καὶ ἴαχε θυιάδι φωνῇ:


Ῥίψατε τεύχεα ταῦτα φίλην στήσαντς Ἐνυώ:
ἄρθμιος οὗτος Ἄπης, καὶ ἀνούτατοί εἰσιν ἀγῶνες.’


775ἔννεπεν: ἐγρεμόθου δὲ λαβὼν πρεσβήια νίκης
Αἰακὸς αὐχήεις χρυσέας κνημῖδας ἀείρων
δῶκεν ἑῷ θεράποντι: καὶ ὕστερα δῶρα κομίζων
Ἀστέριος κούφιζε δορικτήτην λίθον Ἰνδῶν.

1 So MSS.: sxedo\n Ludsich.

2 to\n H. J. Rose, so\n MSS. and edd.

3 So Mss.: e)riptoi/hton Ludsich.

4 So MSS.: kaqa/yas Ludsich.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: