previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τῇ ὁμοζύγῳ Ἀρινθαίου στρατηλάτου παραμυθητική

Τὸ μὲν ἀκόλουθον ἦν καὶ ὀφειλόμενόν σου τῇ διαθέσει ἡμᾶς αὐτοὺς παρεῖναι καὶ συμμετέχειν τῶν γινομένων. οὕτω γὰρ ἂν ἑαυτῶν τε τὴν λύπην κατεπραύναμεν καὶ τῇ σεμνότητί σου τῆς παρακλήσεως τὸ εἰκὸς ἀπεπληρώσαμεν. ἐπεὶ δὲ οὐκέτι μου φέρει τὸ σώμα τὰς μακροτέρας κινήσεις, ἐπὶ τὴν διὰ τοῦ γράμματος ἤλθομεν 1 ὁμιλίαν, ὡς ἂν μὴ παντάπασι 2 δόξαιμεν ἀλλοτρίως ἔχειν πρὸς τὰ συμβάντα. Τίς μὲν οὖν τὸν ἄνδρα ἐκεῖνον οὐκ ἐστέναξε; τίς δὲ οὕτω λίθινος τὴν καρδίαν ὡς μὴ θερμὸν ἐπ̓ 3 αὐτῷ ἀφεῖναι δάκρυον; ἐμὲ δὲ καὶ διαφερόντως κατηφείας ἐπλήρωσε, τάς τε ἰδίας περὶ ἐμὲ τιμὰς τοῦ ἀνδρὸς λογιζόμενον καὶ τὴν κοινὴν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ προστασίαν. ἀλλ̓ ὅμως ἐλογισάμεθα ὅτι, ἄνθρωπος ὢν καὶ λειτουργήσας τῷ βίῳ τούτῳ τὰ ἐπιβάλλοντα, τοῖς καθήκουσι χρόνοις πάλιν παρὰ 4 τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα Θεοῦ προσελήφθη. καὶ τὴν σὴν φρόνησιν ἐνθυμουμένην πράως ἔχειν ἐπὶ τῷ συμβάντι παρακαλοῦμεν, καί, ὡς οἷόν τε, μετρίως φέρειν τὴν [p. 136] συμφοράν. ἱκανὸς μὲν οὖν καὶ χρόνος μαλάξαι τὴν καρδίαν σου καὶ πάροδον δοῦναι τοῖς λογισμοῖς: ἀλλ̓ ὅμως ὕποπτον ἡμῖν ἐστι τὸ ἄγαν σου φίλανδρον καὶ περὶ πάντας 5 χρηστόν, μή ποτε ἔκδοτον δῷς σεαυτὴν τῷ πάθει, δἰ ἁπλότητα ἠθῶν βαθεῖαν τὴν 6 πληγὴν δεξαμένη τῆς λύπης. πάντοτε μὲν οὖν χρήσιμον τὸ τῶν Γραφῶν διδασκάλιον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως, δἰ ἧς πάντες οἱ ἐκ τῆς γῆς φύντες 7 πάλιν εἰς γῆν ὑποστρέφομεν: καὶ οὐδεὶς οὕτω μέγας, ὥστε βελτίων φανῆναι τῆς διαλύσεως. Καλὸς μὲν οὖν καὶ μέγας θαυμαστὸς 8 ἐκεῖνος, καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετήν, φημὶ κἀγώ, οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερον: ἀλλ̓ ὅμως ἄνθρωπος, καὶ τέθνηκεν, ὡς Ἀδάμ, ὡς Ἄβελ, ὡς Νῶε, ὡς Ἀβραάμ, ὡς Μωσῆς, ὡς ὅντινα ἂν εἴποις τῶν τῆς αὐτῆς φύσεως μετασχόντων. 9 μὴ οὖν, ἐπειδὴ ἀφῃρέθημεν αὐτόν, ἀγανακτῶμεν, ἀλλ̓ ὅτι τὴν ἀρχὴν συνῳκήσαμεν αὐτῷ, χάριν ἔχωμεν τῷ συζεύξαντι. τὸ μὲν γὰρ στερηθῆναι ἀνδρὸς κοινόν σοι πρὸς τὰς ἄλλας γυναῖκας: ἐπὶ δὲ τοιαύτῃ συνοικήσει οὐκ οἶμαι ἄλλην γυναικῶν τὰ ἴσα ἔχειν σεμνύνεσθαι. ἓν γὰρ τῷ ὄντι ὑπόδειγμα [p. 138] τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον κτίσας ἡμᾶς ἐδημιούργησεν, ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο, πᾶσα δὲ γλῶσσα τὰ κατ̓ αὐτὸν διεξῄει: γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο: ἱστορικοὶ δὲ ἄνδρες, τὰ κατὰ τοὺς πολέμους ἀνδραγαθήματα διηγούμενοι, πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν. ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἐκείνην ἀγγελίαν περιαγούσῃ, οὐδὲ καταδέχεσθαι ὅλως, ὅτι τέθνηκεν Ἀρινθαῖος. ἀλλ̓ ὅμως πέπονθεν οὐρανῷ καὶ ἡλίῳ καὶ γῇ συμβήσεται. Οἴχεται καταλύσας λαμπρῶς, μὴ ὑπὸ γήρως 10 κατακαμφθείς, μὴ καθυφείς 11 τι τῆς περιφανείας: μέγας μὲν ἐν τῷ παρόντι βίῳ, μέγας δὲ ἐν τῷ μέλλοντι: μηδὲν ἐκ τῆς παρούσης λαμπρότητος πρὸς τὴν ἐλπιζομένην δόξαν ζημιωθείς, διὰ τὸ πᾶσαν κηλῖδα τῆς ψυχῆς πρὸς αὐταῖς 12 ταῖς ἐξόδοις τοῦ βίου τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀποκαθήρασθαι. ὧν ὅτι 13 αὐτή, πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη, μεγίστην ἔχει παραμυθίαν. καὶ μετάθες τὴν ψυχὴν ἀπὸ τῶν παρόντων ἐπὶ τὴν τῶν μελλόντων μέριμναν, ὥστε καταξιωθῆναι δἰ ἔργων ἀγαθῶν τὸν ὅμοιον αὐτῷ τῆς ἀναπαύσεως τόπον καταλαβεῖν. φείδου μητρὸς γηραιᾶς, φείδου θυγατρὸς νεαρᾶς, αἷς μόνη πρὸς παραμυθίαν λέλειψαι. γενοῦ ὑπόδειγμα ἀνδρείας ταῖς λοιπαῖς [p. 140] γυναιξί: καὶ οὕτω τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης. ἐπὶ πᾶσι πρὸς τὸν μέγαν τῆς ὑπομονῆς μισθὸν ἀπόβλεψον, τὸν παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἀνταποδόσει τῶν βεβιωμένων ἡμῖν ἐπηγγελμένον.

1 h)=lqon editi anti#3ui.

2 pa/nth E; panti\ Harl.

3 u(p) editi anti#3ui.

4 u(po\ editi anti#3ui.

5 pa/nta E, editi anti#3ui.

6 baqei=an th\n ba/qei au)th\n editi anti#3ui.

7 fue/ntes E.

8 qauma/sios editi anti#3ui.

9 tw=n... metasxo/ntwn to\n ... metasxo/nta editi anti#3ui.

10 gh/rous E.

11 kaqufi/eis E.

12 au)tai=s om. editi anti#3ui.

13 o(/ti add. Capps.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: