Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
Κάθαρσις δὲ ψυχῆς, ὡς ἀθρόως τε εἰπεῖν
[p. 418]
καὶ ὑμῖν ἱκανῶς, τὰς διὰ τῶν αἰσθήσεων ἡδονὰς
ἀτιμάζειν, μὴ ὀφθαλμοὺς ἑστιᾶν ταῖς ἀτόποις
τῶν θαυματοποιῶν ἐπιδείξεσιν ἢ σωμάτων θέαις
ἡδονῆς κέντρον ἐναφιέντων, μὴ διὰ τῶν ὤτων
διεφθαρμένην μελῳδίαν τῶν ψυχῶν καταχεῖν.