This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οὐ γὰρ δὴ τῶν μὲν χειρωνακτῶν ἐστί
τι πέρας τῆς ἐργασίας, τοῦ δὲ ἀνθρωπίνου βίου
σκοπὸς οὐκ ἔστι, πρὸς ὃν ἀφορῶντα πάντα
ποιεῖν καὶ λέγειν χρὴ τόν γε μὴ τοῖς ἀλόγοις
παντάπασι προσεοικέναι μέλλοντα; ἢ οὕτως ἂν
εἴημεν ἀτεχνῶς κατὰ τῶν πλοίων τὰ ἀνερμάτιστα,
οὐδενὸς ἡμῖν νοῦ ἐπὶ τῶν τῆς ψυχῆς
οἰάκων καθεζομένου, εἰκῆ κατὰ τὸν βίον ἄνω
καὶ κάτω περιφερόμενοι.