This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
καὶ γὰρ οὕτως ἔχει. τὰ
μὲν ἄλλα τῶν κτημάτων, οὐ μᾶλλον τῶν
ἐχόντων ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιτυχόντων
ἐστὶν ὥσπερ ἐν παιδιᾷ κύβων τῇδε κἀκεῖσε μεταβαλλόμενα:
μόνη δὲ κτημάτων ἡ ἀρετὴ ἀναφαίρετον
καὶ ζῶντι καὶ τελευτήσαντι παραμένουσα.
ὅθεν δὴ καὶ Σόλων μοι δοκεῖ πρὸς τοὺς εὐπόρους εἰπεῖν τό:
Ἀλλ̓ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα
Τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
Χρήματα δ̓ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.