This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Ὡς δ̓ ἐγώ τινος ἤκουσα δεινοῦ καταμαθεῖν
ἀνδρὸς ποιητοῦ διάνοιαν, πᾶσα μὲν ἡ ποίησις τῷ
Ὁμήρῳ ἀρετῆς ἐστιν ἔπαινος, καὶ πάντα αὐτῷ
πρὸς τοῦτο φέρει, ὅ τι μὴ πάρεργον, οὐχ ἥκιστα
δὲ ἐν οἷς τὸν στρατηγὸν τῶν Κεφαλλήνων
πεποίηκε γυμνὸν ἐκ τοῦ ναυαγίου περισῳθέντα,
πρῶτον μὲν αἰδέσαι τὴν βασιλίδα φανέντα
μόνον: τοσούτου δεῖν αἰσχύνην ὀφλῆσαι γυμνὸν
ὀφθέντα μόνον, 1 ἐπειδήπερ αὐτὸν ἀρετῇ ἀντὶ
ἱματίων κεκοσμημένον ἐποίησε:
1 mo/non om. codex Oliv. et Colb. tertius.