This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἀδελφὸς γὰρ δὴ
παῤ ἐκείνοις διαστασιάζει πρὸς ἀδελφὸν καὶ
γονεὺς πρὸς παῖδας καὶ τούτοις αὖθις πρὸς τοὺς
τεκόντας πόλεμός ἐστιν ἀκήρυκτος. μοιχείας δὲ
θεῶν καὶ ἔρωτας καὶ μίξεις ἀναφανδόν, καὶ ταῦτάς
γε μάλιστα τοῦ κορυφαίου πάντων καὶ ὑπάτου
Διός, ὡς αὐτοὶ λέγουσιν, ἃ 1 κἂν περὶ βοσκημάτων
τις λέγων ἐρυθριάσειε, τοῖς ἐπὶ σκηνῆς καταλείψομεν.
1 a(\s editi anti#3ui.