This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἃ μὲν οὖν
ἂν συντελῇ πρὸς τοῦτον ἡμῖν, ἀγαπᾶν τε καὶ
διώκειν παντὶ σθένει χρῆναί φαμεν, τὰ δὲ οὐκ
ἐξικνούμενα πρὸς ἐκεῖνον, ὡς οὐδενὸς ἄξια παρορᾶν.
τίς δὴ οὖν οὗτος 1 ὁ βίος καὶ ὅπη καὶ
ὅπως αὐτὸν βιωσόμεθα, μακρότερον μὲν ἢ κατὰ
τὴν παροῦσαν ὁρμὴν ἐφικέσθαι, μειζόνων δὲ ἢ
καθ̓ ὑμᾶς ἀκροατῶν ἀκοῦσαι.
1 ti/s de\ ou(=tos unus Combef.