Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἀθανάτῳ θνητὸν προσυφαίνετε.’ δῆλον οὖν ὅτι
παραλαβόντες οἱ δημιουργικοὶ θεοὶ παρὰ τοῦ
σφῶν πατρὸς τὴν δημιουργικὴν δύναμιν, ἀπεγέννησαν
ἐπὶ τῆς γῆς τὰ θνητὰ τῶν ζῴων. εἰ γὰρ
μηδὲν ἔμελλε διαφέρειν οὐρανὸς ἀνθρώπου καὶ
ναὶ μὰ Δία θηρίου καὶ τελευταῖον αὐτῶν τῶν
ἑρπετῶν καὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ἰχθυδίων,
ἔδει τὸν δημιουργὸν ἕνα καὶ τὸν αὐτὸν εἶναι
πάντων. εἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθανάτων καὶ