Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀφανεῖς θεοὺς ἐνυπάρχοντας καὶ συνυπάρχοντας
καὶ ἐξ αὐτοῦ τοῦ δημιουργοῦ γεννηθέντας καὶ
προελθόντας ὁ Πλάτων οἶδεν. εἰκότως οὖν φησιν
ὁ δημιουργὸς ὁ παῤ αὐτῷ ‘θεοί,’ πρὸς τοὺς
ἀφανεῖς λέγων, ‘θεῶν,’ τῶν ἐμφανῶν δηλονότι.
κοινὸς δὲ ἀμφοτέρων δημιουργὸς οὗτός ἐστιν ὁ
τεχνησάμενος οὐρανὸν καὶ γῆν καὶ θάλασσαν καὶ
[p. 338]
ἄστρα καὶ γεννήσας ἐν τοῖς νοητοῖς τὰ τούτων ἀρχέτυπα.
Σκόπει οὖν, ὅτι καὶ τὰ ἐπὶ τούτοις καλῶς.
‘Λείπει’ γάρ φησι ‘τρία θνητὰ γένη,’ δηλονότι
τὸ τῶν ἀνθρώπων καὶ τὸ τῶν ζῴων καὶ τὸ τῶν
φυτῶν: τούτων γὰρ ἕκαστον ἰδίοις ὥρισται λόγοις.
‘Εἰ μὲν οὖν’ φησι ‘καὶ τούτων ἕκαστον ὑπ̓ ἐμοῦ
’