Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρήχθησαν, ἀλλὰ τῶν περὶ τὸν οὐρανὸν μόνον
καὶ περὶ τὴν γῆν σωμάτων, ὡς εἶναι τὸν θεὸν
κατὰ τὸν Μωυσέα ἀσωμάτων μὲν οὐδενὸς ποιητήν,
ὕλης δὲ ὑποκειμένης κοσμήτορα. τὸ γὰρ ‘Ἡ δὲ
γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος’ οὐδὲν ἕτερόν
ἐστιν ἢ τὴν μὲν ὑγρὰν καὶ ξηρὰν οὐσίαν ὕλην ποιοῦντος,
κοσμήτορα δὲ αὐτῆς τὸν θεὸν εἰσάγοντος.