Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐκ σοῦ, οὗτος κληρονομήσει σε. ἐξήγαγε δὲ
αὐτὸν καὶ εἶπεν αὐτῷ: ἀνάβλεψον εἰς τὸν οὐρανὸν
καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι
αὐτούς. καὶ εἶπεν: οὕτως ἔσται τὸ σπέρμα
σου. καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη
αὐτῷ εἰς δικαιοσύνην.’
Εἴπατε ἐνταῦθα μοι τοῦ χάριν ἐξήγαγεν αὐτὸν
καὶ τοὺς ἀστέρας ἐδείκνυεν ὁ χρηματίζων ἄγγελος
ἢ θεός; οὐ γὰρ ἐγίνωσκεν ἔνδον ὤν, ὅσον τι τὸ