Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰ δὲ ἀπιστεῖ τις ὑμῶν, αὐτὰ δείξει σαφῶς τὰ
ὑπὲρ τούτων εἰρημένα Μωυσῇ: ‘μετὰ δὲ τὰ ῥήματα
ταῦτα ἐγενήθη κυρίου λόγος πρὸς Ἁβραὰμ
λέγων ἐν ὁράματι τῆς νυκτός: μὴ φοβοῦ, Ἁβραάμ,
ἐγὼ ὑπερασπίζω σου. ὁ μισθός σου πολὺς ἔσται
σφόδρα. λέγει δὲ Ἁβραάμ: δέσποτα, τί μοι
δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος, ὁ δὲ υἱὸς
Μασὲκ τῆς οἰκογενοῦς μου κληρονομήσει με. καὶ
εὐθὺς φωνὴ τοῦ θεοῦ ἐγένετο πρὸς αὐτὸν λέγοντος:
οὐ κληρονομήσει σε οὗτος, ἀλλ̓ ὃς ἐξελεύσεται
’