Click on a word to bring up parses, dictionary entries, and frequency statistics
μὲν ἐγὼ πρὸς ὑμᾶς ἐκ περιουσίας εἶπον, ἐπεί μοι
τὴν ἀρχὴν ἐρρέθη βουλομένῳ δεῖξαι τοῖς ἔθνεσιν
ὁμολογοῦντας Ἰουδαίους ἔξω τοῦ νομίζειν ἕνα θεὸν
μόνον. ἐκεῖνο γὰρ αὐτῶν μὲν ἴδιον, ἡμῶν δὲ
ἀλλότριον, ἐπεὶ τά γε ἄλλα κοινά πως ἡμῖν ἐστι,
ναοί, τεμένη, θυσιαστήρια, ἁγνεῖαι, φυλάγματά
τινα, περὶ ὧν ἢ τὸ παράπαν οὐδαμῶς ἢ μικρὰ
διαφερόμεθα πρὸς ἀλλήλους...