Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἰς ἀνθρώπους ἐμήνυσεν; ὅτι δὲ οὐ μέγα τοῦτο
ἐνόμιζεν, ὑπὲρ τοῦ Ἰσραήλ φησιν: ‘υἱὸς πρωτότοκός
μου Ἰσραήλ’; τί οὐχὶ καὶ περὶ τοῦ Ἰησοῦ
ταῦτ̓ ἔφη Μωυσῆς; ἕνα καὶ μόνον ἐδίδασκε θεόν,
υἱοὺς δὲ αὐτοῦ πολλοὺς τοὺς κατανειμαμένους τὰ
ἔθνη. πρωτότοκον δὲ υἱὸν θεοῦ ἢ θεὸν λόγον ἤ
τι τῶν ὑφ̓ ὑμῶν ὕστερον ψευδῶς συντεθέντων
οὔτε ᾔδει κατ̓ ἀρχὴν οὔτε ἐδίδασκε φανερῶς.
αὐτοῦ τε Μωυσέως καὶ τῶν ἄλλων ἐπηκούσατε