Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ ἔτι πρὸς τούτῳ: ‘Καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ
σου, ὅτι κύριος ὁ θεός σου οὗτος θεὸς ἐν τῷ
οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ οὐκ ἔστι
πλὴν αὐτοῦ.’ καὶ πάλιν: ‘Ἄκουε, Ἰσραήλ,
κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστι.’ καὶ πάλιν:
‘Ἴδετε, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι θεὸς πλὴν ἐμοῦ.’
ταῦτα μὲν οὗν ὁ Μωυσῆς ἕνα διατεινόμενος
μόνον εἶναι θεόν. ἀλλ̓ οὗτοι τυχὸν ἐροῦσιν:
οὐδὲ ἡμεῖς δύο λέγομεν οὐδὲ τρεῖς. ἐγὼ δὲ
λέγοντας μὲν αὐτοὺς καὶ τοῦτο δείξω, μαρτυρόμενος
[p. 398]
Ἰωάννην λέγοντα: ‘Ἐν ἀρχῇ ἦν ὁ λόγος
’