Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὃ μέχρι ψυχῆς εἰσδύσεται; καὶ τοῦ μὲν
λεπροῦ τὴν λέπραν οὐκ ἀφαιρεῖται τὸ βάπτισμα,
οὐδὲ λειχῆνας οὐδὲ ἀλφοὺς οὔτε ἀκροχορδῶνας
οὐδὲ ποδάγραν οὐδὲ δυσεντερίαν, οὐχ ὕδερον, οὐ
παρωνυχίαν, οὐ μικρόν, οὐ μέγα τῶν τοῦ σώματος
ἁμαρτημάτων, μοιχείας δὲ καὶ ἁρπαγὰς καὶ πάσας
ἁπλῶς τῆς ψυχῆς παρανομίας ἐξελεῖ;...