Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φροντίδα: καὶ οὐ καθίσταμεν αὐτὸν
οὐδὲ ἀντιμερίτην τῶν ὑπ̓ αὐτὸν θεῶν καθισταμένων.
εἰ δὲ μερικόν τινα τιμήσας ἐκεῖνος ἀντιτίθησιν
αὐτῷ τὴν τοῦ παντὸς ἡγεμονίαν, ἄμεινον
τὸν τῶν ὅλων θεὸν ἡμῖν πειθομένους ἐπιγνῶναι
μετὰ τοῦ μηδὲ ἐκεῖνον ἀγνοῆσαι, ἢ τὸν τοῦ ἐλαχίστου
μέρους εἰληχότα τὴν ἡγεμονίαν ἀντὶ τοῦ
πάντων τιμᾶν δημιουργοῦ.